De curiositate — Plutarch
ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι. καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς; τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας. οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειὰ τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας. τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, κακὸν ὀξυδορκεῖς τὸ δʼ ἴδιον παραβλέπεις; μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν· ὅσσον ὕδωρ κατʼ Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,ʼ τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. ὡς γὰρ ὁ Ξενοφῶν λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δʼ ἀπὸ ζηλοτυπίας τὰ δʼ ἀπὸ δειλίας τὰ δʼ ἀπὸ μικρολογίας· ταῦτʼ ἔπελθε, ταῦτʼ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δʼ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθʼ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλʼ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος πῆ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; νῦν δʼ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι· τοῖς δʼ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπʼ ἀγνοίας, ὄψιν ἐπʼ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δʼ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ Ὀδυσσεὺς οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκʼ ἦλθεν εἰς Ἅιδου· πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου ἡμεῖς δὲ τὰ καθʼ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δʼ ἡ τήθη· ὁ δεῖνα δʼ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν. ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δʼ ὁ δεῖνα καὶ ὁ δεῖνα καθʼ ἑαυτοὺς ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λὲγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι. ἀλλʼ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδʼ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφʼ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλʼ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες. ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις, τροφῆς πολλῆς παρακειμένης, εἰς γωνίαν καταδῦσα σκαλεύει ἔνθα γέ που διαφαίνεθʼ ἅτʼ ἐν κοπρίῃ μία κριθή· παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδʼ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι. καίτοι γε τὸ τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον, διὰ τοῦτο συγκεκάλυπται καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον; εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο. καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπʼ αὐτὰ ταῦτα παραδύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδʼ ἂν παρακαλῇ τις ἡδέως γιγνόμενος θεατής· ὧν δʼ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτʼ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν ὡς Ἀρίστων φησὶν ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν· ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν. οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμʼ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων · πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων· οὐδʼ ἀκινδύνως ταῦτα ζητῶν· ἀλλʼ οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον· οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλ