Periplus Ponti Euxini — Arrian
1 Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανὸς χαίρειν. ἐς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάσσῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμενοι κατείδομεν ὅθενπερ καὶ Ξενοφῶν καὶ σύ. καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα δὴ ὑπὸ βαρβάρων γραφέν. ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοῖς γράμμασιν. ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σὸς τὸ μὲν σχῆμα ἐπιτηδείως — ἀποδείκνυσιν γὰρ τὴν θάλασσαν —, τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός· ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον ἐς μνήμην αἰώνιον. 2 πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαύλως· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα· τηλικοῦτον γάρ μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον. καὶ ἄλλο τοῦ Φιλησίου τετράπουν· οὐ γὰρ ἀπὸ τρόπου δοκεῖ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῷ προπάτορι. καὶ ὃ μέν τις τῷ Ἑρμῇ, ὃ δὲ τῷ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοῖν θύσει παριών. χαριοῦνται δὲ καὶ οὗτοι κἀκεῖνοι τῷ τε Ἑρμῇ καὶ τῷ Φιλησίῳ· τῷ μέν Ἑρμῇ, ὅτι τὸν ἔγγονον αὐτοῦ τιμῶσιν, τῷ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτοῦ προπάτορα. ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφʼ ἁμάξης βοῦν λαβὼν διʼ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές. καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν. ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες ἃν εὔξαιντο τἀγαθὰ κἂν ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πεπόνθασιν. 3 ἔκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ ἐς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· ἡ γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ἐς διακονίαν ἔχει. ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν. ἐνθένδε ἐπλέομεν, τὰ μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι· ψυχραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις. εἶτα γαλήνη ἐπέλαβεν, ὥστε τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα. ἔπειτα δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατʼ εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκριβῶς ἐναντίον, ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμᾶς· κοίλην μὲν γὰρ διʼ ὀλίγου τὴν θάλασσαν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεσρεῖν ἡμῖν ἑκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν, ʽκαὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δʼ ἐπεσρέει.ʼ ἀλλʼ οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον. ταύτῃ καὶ ἠνύτομεν μόλις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν ἐς τὰς Ἀθήνας. 4 ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῷ Εὐξείνῳ χωρίον οὕτω καλούμενον, καί τι καὶ Ἀθηνᾶς ἱερόν ἐστιν αὐτόθι Ἑλληνικόν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τοῦτο τῷ χωρίῳ. καὶ φρούριόν τι ἐστὶν ἠμελημένον. ὁ δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὖ τοῦ εὔρου· σῴζοιτο δʼ ἂν καὶ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλʼ οὐ τοῦ γε ἀπαρκτίου οὐδὲ τοῦ θρᾳσκίου μὲν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου. ἐς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατεῖχον, καὶ πνεῦμα οὐ τὸ αὐτὸ ἔτι, ἀλλʼ ἐς νότον μεθειστήκει, καὶ διʼ ὀλίγου ἀπὸ τοῦ νότου ἐς λίβα ἄνεμον, καὶ ταῖς ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὅρμος ἦν. πρὶν οὖν παντάπασιν ἀγριωθῆναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθῆναι δέξασθαι ἐδύναντο, ταύτας αὐτοῦ ἐνεωλκήσαμεν, πλὴν τῆς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορμοῦσα ἀσφαλῶς ἐσάλευεν. 5 τὰς δὲ πολλὰς ἐδόκει πέμπειν ἐς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας. καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθεῖς διαγενέσθαι πάσας πλὴν μιᾶς, ἥντινα ἐν τῷ ὁρμίζεσθαι πρὸ τοῦ καιροῦ ἐπιστρέψασαν πλαγίαν ὑπολαβὸν τὸ κῦμα ἐξήνεγκεν ἐς τὴν ᾐόνα καὶ συνέτριψεν. ἀπεσώθη μέντοι πάντα, οὐ τὰ ἱστία μόνον καὶ τὰ σκεύη τὰ ναυτικὰ καὶ οἱ ἄνθρωποι, ἀλλὰ καὶ οἱ ἧλοι, καὶ ὁ κηρὸς ἀπεξύσθη, ὡς μηδενὸς ἄλλου ἢ ξύλων δεῖσθαι ναυπηγησίμων ἐς τὴν κατασκευήν, ὧν παμπόλλη, χειμὼν ἐπὶ δύο ἡμέρας κατεῖχεν, καὶ ἦν ἀνάγκη μένειν· ἐχρῆν γὰρ ἄρα μηδὲ τὰς ἐν τῷ Πόντῳ Ἀθήνας παραπλεῦσαι ἡμᾶς ὥσπερ τινὰ ὅρμον ἔρημον καὶ ἀνώνυμον. ἐνθένδε ἄραντες ὑπὸ μὲν τὴν ἕω πλαγίου τοῦ κλύδωνος 6 ἐπειρώμεθα, προϊούσης δὲ τῆς ἡμέρας βορρᾶς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλασσαν καὶ διατρεμῆσαι ἐποίησεν. καὶ ἤλθομεν πρὸ τῆς μεσημβρίας σταδίους πλείους ἢ πεντακοσίους ἐς Ἄψαρον, ἵναπερ αἱ πέντε σπεῖραί εἰσιν ἱδρυμέναι. καὶ τὴν μισθοφορὰν τῇ στρατιᾷ ἔδωκα καὶ τὰ ὅπλα εἶδον καὶ τὸ τεῖχος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ τοῦ σίτου τὴν παρασκευὴν τὴν ἐνοῦσαν. ἥντινα δὲ ὑπὲρ αὐτῶν τὴν γνώμην ἔσχον, ἐν τοῖς Ῥωμαϊκοϊς γράμμασιν γέγραπται. ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος ἐκαλεῖτο πάλαι ποτέ· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν, καὶ τάφος Ἀψύρτου δείκνυται. ἔπειτα διαφθαρῆναι τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται· ὁπότε καὶ τὰ Τύανα τὰ ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι, τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφὶ Ὀρέστην καὶ Πυλάδην διώκων ἄχρι τῆσδε τῆς χώρας ἐλθεῖν φημίζεται καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν. ποταμοὺς δὲ παρημείψαμεν ἐν τῷ παράπλῳ τῷ ἀπὸ 7 Τραπεζοῦντος τόν τε Ὕσσον, ὅτου ἐπώνυμος Ὕσσου λιμήν, ὃς ἀπέχει Τραπεζοῦντος σταδίους ὀγδοήκοντα καὶ ἑκατόν, καὶ τὸν Ὄφιν, ὃς ἀπέχει Ὕσσου λιμένος ἐς ἐνενήκοντα σταδίους μάλιστα καὶ ὁρίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. ἔπειτα τὸν Ψυχρὸν καλούμενον ποταμὸν διέχοντα ὅσον τριάκοντα σταδίους ἀπὸ τοῦ Ὄφιος. ἔπειτα τὸν Καλὸν ποταμόν· καὶ οὗτος τριάκοντα διέχει ἀπὸ τοῦ Ψυχροῦ. ἐχόμενος δέ ἐστιν ὁ Ῥίζιος ποταμός, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχων ἀπὸ τοῦ Καλοῦ. καὶ ἀπὸ τούτου τριάκοντα Ἄσκουρος ἄλλος ποταμός, καὶ Ἀδιηνός τις ἀπὸ τοῦ Ἀσκούρου ἑξήκοντα· ἐνθένδε ἐς Ἀθήνας ὀγδοήκοντα καὶ ἑκατόν. ταῖς δὲ Ἀθήναις Ζάγατις ποταμὸς ἑπτὰ μάλιστα σταδίους ἀπʼ αὐτῶν διέχων πρόσκειται. ἀπὸ δὲ τῶν Ἀθηνῶν ὁρμηθέντες τὸν Πρύτανιν παρημείψαμεν,