For the Liberty of the Rhodians — Demosthenes
οἶμαι δεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δʼ οὐδεπώποθʼ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθʼ ὑμᾶς (ὡς γὰρ εἰπεῖν ἁπλῶς, ἅπαντες ὑπάρχειν ἐγνωκότες μοι δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα· ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότʼ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι. ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας. ἄξιον δʼ ἡσθῆναι τῷ παρόντι καιρῷ· συμβήσεται γὰρ ὑμῖν, ἐὰν ἃ χρὴ βουλεύσησθʼ ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι. ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι, καὶ διὰ ταῦτα συνέστησαν ἐφʼ ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον· φανήσεται δʼ ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας Μαύσωλος, φίλος εἶναι φάσκων Ῥοδίων, τὴν ἐλευθερίαν αὐτῶν ἀφῃρημένος, οἱ δʼ ἀποδείξαντες ἑαυτοὺς συμμάχους Χῖοι καὶ Βυζάντιοι τοῖς ἀτυχήμασιν αὐτῶν οὐ βεβοηθηκότες, ὑμεῖς δʼ, οὓς ἐφοβοῦντο, μόνοι τῶν πάντων τῆς σωτηρίας αὐτοῖς αἴτιοι. ἐκ δὲ τοῦ ταῦθʼ ὑφʼ ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας, ἐὰν ὑμῖν ὦσι φίλοι· οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτʼ ἀγαθόν, ἢ παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας. θαυμάζω δʼ ὅτι τοὺς αὐτοὺς ὁρῶ ὑπὲρ μὲν Αἰγυπτίων τἀναντία πράττειν βασιλεῖ τὴν πόλιν πείθοντας, ὑπὲρ δὲ τοῦ Ῥοδίων δήμου φοβουμένους τὸν ἄνδρα τοῦτον. καίτοι τοὺς μὲν Ἕλληνας ὄντας ἅπαντες ἴσασι, τοὺς δʼ ἐν τῇ ἀρχῇ τῇ ʼκείνου μεμερισμένους. οἶμαι δʼ ὑμῶν μνημονεύειν ἐνίους, ὅτι ἡνίκʼ ἐβουλεύεσθʼ ὑπὲρ τῶν βασιλικῶν, παρελθὼν πρῶτος ἐγὼ παρῄνεσα, οἶμαι δὲ καὶ μόνος ἢ δεύτερος εἰπεῖν, ὅτι μοι σωφρονεῖν ἂν δοκεῖτε, εἰ τὴν πρόφασιν τῆς παρασκευῆς μὴ τὴν πρὸς ἐκεῖνον ἔχθραν ποιοῖσθε, ἀλλὰ παρασκευάζοισθε μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθρούς, ἀμύνοισθε δὲ κἀκεῖνον, ἐὰν ὑμᾶς ἀδικεῖν ἐπιχειρῇ. καὶ οὐκ ἐγὼ μὲν εἶπον ταῦτα, ὑμῖν δʼ οὐκ ἐδόκουν ὀρθῶς λέγειν, ἀλλὰ καὶ ὑμῖν ἤρεσκε ταῦτα. ἀκόλουθος τοίνυν ὁ νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι. ἐγὼ γάρ, εἰ βασιλεὺς παρʼ αὑτὸν ὄντα με σύμβουλον ποιοῖτο, ταὔτʼ ἂν αὐτῷ παραινέσαιμʼ ἅπερ ὑμῖν, ὑπὲρ μὲν τῶν αὑτοῦ πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων, ὧν δὲ μηδὲν αὐτῷ προσήκει, τούτων μηδʼ ἀντιποιεῖσθαι τὴν ἀρχήν. εἰ μὲν οὖν ὅλως ἐγνώκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσων ἂν βασιλεὺς ἐγκρατὴς γένηται φθάσας ἢ παρακρουσάμενός τινας τῶν ἐν ταῖς πόλεσι, παραχωρεῖν, οὐ καλῶς ἐγνώκατε, ὡς ἐγὼ κρίνω· εἰ δʼ ὑπὲρ τῶν δικαίων καὶ πολεμεῖν, ἂν τούτου δέῃ, καὶ πάσχειν ὁτιοῦν οἴεσθε χρῆναι, πρῶτον μὲν ὑμῖν ἧττον δεήσει τούτων, ὅσῳ ἂν μᾶλλον ἐγνωκότες ἦτε ταῦτα, ἔπειθʼ ἃ προσήκει φρονεῖν δόξετε. ὅτι δʼ οὐδὲν καινὸν οὔτʼ ἐγὼ λέγω νῦν κελεύων Ῥοδίους ἐλευθεροῦν, οὔθʼ ὑμεῖς, ἂν πεισθῆτέ μοι, ποιήσετε, τῶν γεγενημένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω. ὑμεῖς ἐξεπέμψατε Τιμόθεόν ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, βοηθήσοντʼ Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψηφίσματι μὴ λύοντα τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα. ἰδὼν δʼ ἐκεῖνος τὸν μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα βασιλέως, Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, τῷ μὲν ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ προσκαθεζόμενος καὶ βοηθήσας ἠλευθέρωσε· καὶ μέχρι τῆς τήμερον ἡμέρας οὐ γέγονεν πόλεμος διὰ ταῦθʼ ὑμῖν. οὐ γὰρ ὁμοίως οὐδεὶς ὑπέρ τε τοῦ πλεονεκτεῖν πολεμήσειεν ἂν καὶ τῶν ἑαυτοῦ, ἀλλʼ ὑπὲρ μὲν ὧν ἐλαττοῦνται μέχρι τοῦ δυνατοῦ πάντες πολεμοῦσιν, ὑπὲρ δὲ τοῦ πλεονεκτεῖν οὐχ οὕτως, ἀλλʼ ἐφίενται μέν, ἐάν τις ἐᾷ, ἐὰν δὲ κωλυθῶσιν, οὐδὲν ἠδικηκέναι τοὺς ἐναντιωθέντας αὐτοῖς ἡγοῦνται. ὅτι δʼ οὐδʼ ἂν ἐναντιωθῆναί μοι δοκεῖ τῇ πράξει ταύτῃ νῦν Ἀρτεμισία τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων, μίκρʼ ἀκούσαντες σκοπεῖτε εἴτʼ ὀρθῶς λογίζομαι ταῦτʼ εἴτε μή. ἐγὼ νομίζω, πράττοντος μὲν ἐν Αἰγύπτῳ πάνθʼ ὡς ὥρμηκε βασιλέως, σφόδρʼ ἂν Ἀρτεμισίαν πειραθῆναι περιποιῆσαι Ῥόδον αὐτῷ, οὐ τῇ βασιλέως εὐνοίᾳ, ἀλλὰ τῷ βούλεσθαι πλησίον αὐτῆς διατρίβοντος ἐκείνου μεγάλην εὐεργεσίαν καταθέσθαι πρὸς αὐτόν, ἵνʼ ὡς οἰκειότατʼ αὐτὴν ἀποδέχηται· πράττοντος δʼ ὡς λέγεται, καὶ διημαρτηκότος οἷς ἐπεχείρησεν, ἡγεῖσθαι τὴν νῆσον ταύτην, ὅπερ ἔστιν, ἄλλο μὲν οὐδὲν ἂν εἶναι βασιλεῖ χρησίμην ἐν τῷ παρόντι, τῆς δʼ αὑτῆς ἀρχῆς ἐπιτείχισμα πρὸς τὸ μηδʼ ὁτιοῦν παρακινεῖν. ὥστε μοι δοκεῖ μᾶλλον ἂν ὑμᾶς ἔχειν μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ ʼκεῖνον λαβεῖν βούλεσθαι. οἶμαι μὲν οὖν οὐδὲ βοηθήσειν αὐτήν, ἂν δʼ ἄρα τοῦτο ποιῇ, φαύλως καὶ κακῶς. ἐπεὶ καὶ βασιλέα γε, ὅ τι μὲν ποιήσει μὰ Δίʼ οὐκ ἂν εἴποιμʼ ἔγωγʼ ὡς οἶδα, ὅτι μέντοι συμφέρει τῇ πόλει δῆλον ἤδη γενέσθαι πότερʼ ἀντιποιήσεται τῆς πόλεως τῆς Ῥοδίων ἢ οὔ, τοῦτʼ ἂν ἰσχυρισαίμην· οὐ γὰρ ὑπὲρ Ῥοδίων βουλευτέον, ὅταν ἀντιποιῆται, μόνον, ἀλλʼ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν πάντων Ἑλλήνων. οὐ μὴν οὐδʼ ἂν εἰ διʼ αὑτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῇ Ῥόδιοι, παρῄνεσʼ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδʼ εἰ πάνθʼ ὑπισχνοῦνθʼ ὑμῖν ποιήσειν. ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτʼ ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους· τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδʼ ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους. καὶ ταῦτʼ οὐδεπώποτʼ εἶπον ἄν, εἰ τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην συμφέρειν· οὔτε γὰρ προξενῶ τῶν ἀνδρῶν οὔτʼ ἰδίᾳ ξένος αὐτῶν οὐδείς ἐστί μοι. οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἀμφότερʼ ἦν, εἰ μὴ συμφέρειν ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίοις γε, εἰ οἷόν τε τοῦτʼ εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν, συγχαίρω τῶν γεγενημένων. τοῦ κομίσασθαι γὰρ τὰ ὑμέτερʼ ὑμῖν φθονήσαντες τὴν ἑαυτῶν ἐλευθερίαν ἀπολωλέκασι, καὶ παρὸν αὐτοῖς Ἕλλησι καὶ βελτίοσιν αὐτῶν ἐξ ἴσου συμμαχεῖν, βαρβάροις καὶ δούλοις, οὓς εἰς τὰς ἀκροπόλεις παρεῖνται, δουλεύουσιν. ὀλίγου δὲ δέω λέγειν, ἐὰν αὐτοῖς ὑμεῖς ἐθελήσητε βοηθῆσαι, ὡς καὶ συνενήνοχε ταῦτʼ αὐτοῖς· εὖ μὲν γὰρ πράττοντες οὐκ οἶδʼ εἴ ποτʼ ἂν εὖ φρονῆσαι ἠθέλησαν, ὄντες Ῥόδιοι, ἔργῳ δὲ πειραθέντες καὶ διδαχθέντες ὅτι πολλῶν κακῶν ἡ ἄνοιʼ αἰτία τοῖς πολλοῖς γίγνεται, τάχʼ ἄν, εἰ τύχοιεν, σωφρονέστεροι πρὸς τὸν λοιπὸν τοῦ χρόνου γένοιντο. τοῦτο δʼ οὐ μικρὰν ὠφέλειαν αὐτοῖς ἡγοῦμαι. φημὶ δὴ χρῆναι πειρᾶσθαι σῴζειν τοὺς ἄνδρας καὶ μ