Ἐπιγράμματα — Theocritus
A. Pal. vi. 336 τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι, ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν, δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε. βωμὸν δʼ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός, τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα. A. Pal. vi. 177 Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε, τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα, νεβρίδα, τὰν πήραν, ᾇ ποκʼ ἐμαλοφόρει. A. Pal. ix. 338 εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος, ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον. A. Pal. ix. 437 τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ. ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη. ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός. A. Pal. ix. 433 λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος. ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου. A. Pal. ix. 432 Ἆ δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος. αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας; A. Pal. vii. 659 νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός, Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες. σοὶ μὲν ἕδρα θείοισι μετʼ ἀνδράσι· τὸν δὲ πολῖται τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ. A. Pal. vi. 337 Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός, ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπʼ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται, καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου, Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς μισθόν· ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην. A. Pal. vii. 660 ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων· χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις. καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον· ἀντὶ δὲ πολλᾶς πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος. A. Pal. vi. 338 Ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δʼ ἐπὶ τῇδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται. A. Pal. vii. 661 Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής, δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα· χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν. πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς καίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας. A. Pal. vi. 339 Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδʼ ὦ Διόνυσε καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι, χορῷ δʼ ἐκτήσατο νίκην ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν. A. Pal. vi. 340 Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί. A. Pal. ix. 435 Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα· θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης. ἄλλός τις πρόφασιν λεγέτω· τὰ δʼ ὀθνεῖα Κάικος χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ. A. Pal. vii. 658 γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρʼ ἔχει. χαιρέτω οὗτος ὁ τύμβος" ἐρεῖς "ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς. A. Pal. vii. 662 Ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷ εἰς Ἀίδην πολλοῖς ἡλικίης προτέρη, δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, νήπιον ἀστόργου γευσάμενον θανάτου. αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερί, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα. A. Pal. ix. 599 θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε σπουδᾷ, καὶ λέγʼ ἐπὴν ἐς οἶκον ἔνθῃς· Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ. προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα. A. Pal. ix. 600 Ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν εὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ ̔́τὶν ὧδʼ ἀνέθηκαν τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει, οἷʼ ἀνδρὶ πολίτᾳ· σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις ̔́τελεῖν ἐπίχειρα. πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα. μεγάλα χάρις αὐτῷ. A. Pal. xiii. 3 Ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον. A. Pal. vii. 663 Ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας. ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων, ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται. A. Pal. vii. 664 Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος ἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν. A. Pal. ix. 598 τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ τὸν λεοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν ὡκ Καμίρου χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους. τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς, ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. ἐκ τῆς Βερενίκης Athenaeus vii. 284. Καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον, ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα, σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν, ὃν λεῦκον καλέουσιν, ὁ γὰρ φιερώτατος ἄλλων, καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης ἔμπλεα. Μεγάρα μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος σώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι; ἦ ῥʼ ὅτι ἄλγεα πά