De officina medici — Hippocrates
ΚΑΤʼ ΙΗΤΡΕΙΟΝ. 1. ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῤηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. ἁ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῤινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι· ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι. 2. τὰ δʼ ἐς χειρουργίην κατʼ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν· οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος. 3. ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν. Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν. τὸ μὲν οὖν κοινὸν οὐκ ἐφʼ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφʼ ἡμῖν. ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπʼ αὐγήν. ὑπʼ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης. τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον· πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῇν αἰσχρόν· οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν· οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο. πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατʼ ἰθὺ γούνασιν· διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει. ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν. πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον. τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς· τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν· τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας· τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον. ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπʼ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα· ὕψος γούνα τος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά. ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτω, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῤήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤ ῤυσιν, ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει. 4. ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι χρῆσις· ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν· δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. νοῦσος δὲ διʼ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον. τὰ ἔργα πάντα ἀσκέειν ἑκα τέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως. 5. Ὅργανα μὲν, καὶ ὅτε, καὶ οἵως, εἰρήσεται· ὅκου δεῖ· μὴ ἐμποδὼν τῷ ἔργῳ, μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος· ἄλλος δὲ ἢν διδῷ, ἕτοιμος ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ, ὅταν κελεύῃς. 6. οἱ δὲ περὶ τὸν ἀσθενέοντα τὸ μὲν χειριζόμενον παρεχόντων, ὡς ἂν δοκῇ· τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ, σιγῶντες, ἀκούοντες τοῦ ἐφεστεῶτος. 7. ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως· ταχέως μὲν, ἀνύειν τὰ ἔργα· ἀπόνως δὲ, ῤηῖδίως δρῇν· εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως· εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως· ἄφʼ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται. εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καλῶς μὲν, ἁπλῶς, εὐκρινέως· ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως· ἢ ἄνισα καὶ ἀνόμοια [, ἀνίσως καὶ ἀνομοίως]· τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, ῤόμβος, καὶ ἡμίτομον· ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. 8. ἀγαθὰ δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου· ἰσχύος μὲν, ἢ πιέξει, ἢ πλήθει ὀθονίων. τὸ μὲν οὖν, αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖσιν ἰωμένοισιν ὑπηρετέει. ἐς μὲν οὖν ταῦτα νόμος· ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος· πίεξις μὲν, ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα. ἅμμα, καὶ ῤάμμα νεμόμενον μὴ κάτω, ἀλλʼ ἄνω, ἐν παρέξει, καὶ σχέσει, καὶ ἐπιδέσει, καὶ πιέξει. ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλʼ ἔνθα τὸ ἅμμα. τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ, μήτε ἐν ἔργῳ, μήτε ἐκεῖσε, ὅκου ἐνεόν. ἅμμα δὲ καὶ ῤάμμα μαλθακὸν, οὐ μέγα. 9. εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον, κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω. ἐπιδεῖν δεξιὰ ἐπʼ ἀριστερὰ, ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν τῆς κεφαλῆς· ταύτην δὲ κατʼ ἴξιν. τὰ δʼ ὑπεναντία, ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφʼ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς, ἢ ὅ τι ἄλλο τοιοῦτον. τὰ δὲ κινεύμενα, οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται, ὡς ἥκιστα, καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύῃ· ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον μύλῃ· προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου, ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος· ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολὴ, βουβῶνος δὲ, ἡ περὶ τὸν ἕτερον ενεῶνα, καὶ κνήμης, ἡ ὑπὲρ γαστροκνημίης. Ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ, κάτωθεν ἡ ἀντίληψις· οἷσι δὲ κάτω, τοὐναντίον· οἷσι δὲ μὴ ἔστι, οἷον κεφαλῇ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι, καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχῃ. Ὁκόσοισι δὲ τοῖσιν ὀθονίοισι μὴ εὐκαταλήπτως, μηδὲ εὐαναλήπτως ἔχει, ῤάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς. 10. ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά. Ἑλίσσειν ἀμφοτέρῃσιν ἅμα, καὶ ἑκατέρῃ χωρὶς ἀσκέειν. τῇ πρεπούσῃ δὲ, ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν μορίων τεκμαιρόμενον, χρέεσθαι. Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες. τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων· τὰ δὲ, ὡς μήτε πιέζειν, μήτε ἀποπίπτειν. 11. ὧν δὲ ἔχεται ἢ ἐπίδεσις, ἢ ὑπόδεσις, ἢ ἀμφότερα· ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι, ἢ ἐκπεπταμένα συστ