Podagra — Lucian of Samosata
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι Πόδαγρος ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον, ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον, ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα, τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος. εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει, οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως, ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις, ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους. σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν, δίναισι φλογμῶν σάρκα πυρπολούμενον, ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος, ὅπου δυσεξέλικτα κυματούμενος σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων. ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος, ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι. Χόρος ἀνὰ Δίνδυμον Κυβήβης Φρύγες ἔνθεον ὀλολυγὴν ἁπαλῷ τελοῦσιν Ἄττῃ, καὶ πρὸς μέλος κεραύλου Φρυγίου κατʼ ὄρεα Τμώλου κῶμον βοῶσι Λυδοί· παραπλῆγες δʼ ἀμφὶ ῥόπτροις κελαδοῦσι Κρητὶ ῥυθμῷ νόμον Κορύβαντες εὐάν. κλάζει βρίθουσα σάλπιγξ Ἄρει κρέκουσα θούρῳ πολεμηίαν ἀϋτήν. ἡμεῖς δὲ σοί, Ποδάγρα, πρώταις ἔαρος ἐν ὥραις μύσται τελοῦμεν οἴκτους, ὅτε πᾶς χλοητόκοισι ποίαις τέθηλε λειμών, Ζεφύρου δὲ δένδρα πνοιαῖς ἁπαλοῖς κομᾷ πετήλοις, ἁ δύσγαμος κατʼ οἴκους μερόπων θροεῖ χελιδών, καὶ νυκτέροις καθʼ ὕλαν τὸν Ἴτυν στένει δακρύουσʼ Ἀτθὶς γόοις ἀηδών. Πόδαγρος ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον, ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ. ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην. σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθος μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον· δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει, ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας. ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ, δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις. ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει. ἀλλʼ εἶα. τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν, κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς; τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν; μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας; ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης. ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται; ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις. τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε; αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον. τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι. Χόρος Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις; ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον, μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς. Πόδαγρος Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος; Χόρος Τὰν μὲν Κυπρίαν Ἀφροδίταν σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος ἀνεθρέψατο χόσμιον ἁρμογὰν ἁλίοις ἐνὶ κύμασι Νηρεύς. τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς Ζανὸς παράκοιτιν Ὀλυμπίου λευκώλενον εὐρέσι κόλποις Ἥραν ἐτιθήνατο Τηθύς. κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου ἐλόχευσε κόρας ἄτρομον φυὰν Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων, τὰν ἐγρεκύδοιμον ᾿Αθάναν. τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις πρώταν ἐλόχευσεν Ὁφίων. ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος ἀνέτειλέ τε λαμπέτις ἀὼς καὶ παμφαὲς ἀελίου σέλας. τότε καὶ Ποδάγρας ἐφάνη κράτος. ὅτε γὰρ λαγόνων σε τεκοῦσα Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν, ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ, μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ· τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς εὔολβος ἐθρέψατο Πλούτων. Πόδαγρος Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους; Χόρος Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου, οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν, οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα, οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων· ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει, τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις, ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων, πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς, χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει, μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ. Πόδαγρος Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων ἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴς δαίμων φανεῖσα. σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος. Χόρος Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω, καὶ πᾶς ποδαγρῶν εὐφημείτω. ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς βαίνει δαίμων σκίπωνι βάσιν στηριξομένη. χαίροις μακάρων πολὺ πραοτάτη καὶ σοῖς προπόλοις ἵλαος ἔλθοις ὄμματι φαιδρῷ. δοίης δὲ πόνοις λύσιν ὠκεῖαν ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις. Ποδάγρα Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν; ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις, οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν, ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει, πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν. οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός. ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος, τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος, κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα. ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην· τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην. ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα, ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον, ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων. σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν, ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια, ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον, τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον, κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην, χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου, σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον, ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου· ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς, βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας. ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς; τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ; ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα, στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα. πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος, οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες. ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται, ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται, Ἰουδαῖος ἕτερον μωρὸν ἐξ