Suppliants — Euripides
Αἴθρα Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν. ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ, πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν. κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί. Χορός — ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων, πρὸς γόνυ πίπτουσα τὸ σόν· — ἄνομοι — τέκνα λῦσαι. — φθιμένων νεκύων οἳ καταλείπουσι μέλη θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν· Χορός — ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ- σὰ δὲ σαρκῶν πολιᾶν καταδρύμματα χειρῶν· τί γάρ; ἃ φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ. Χορός — ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον φίλα ποιησαμένα λέ- κτρα πόσει σῷ· μετά νυν δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ φθιμένων οὓς ἔτεκον· παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα. Χορός — ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου- σα προσαιτοῦσʼ ἔμολον δε- ξιπύρους θεῶν θυμέλας· ἔχομεν δʼ ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ- τυχίαν τὰν παρʼ ἐμοὶ καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. Χορός — ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων διάδοχος, ἀχοῦσι προσπόλων χέρες. ἴτʼ ὦ ξυνῳδοὶ κτύποι, ἴτʼ ὦ ξυναλγηδόνες, χορὸν τὸν Ἅιδας σέβει, διὰ παρῇδος ὄνυχα λευκὸν αἱματοῦτε χρῶτά τε φόνιον· τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος. Χορός — ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας ὑγρὰ ῥέουσα σταγὼν ἄπαυστος αἰεί· γόων, τὸ γὰρ θανόντων τέκνων ἐπιπονόν τι κατὰ γυναῖκας ἐς γόους πέφυκε πάθος. ἒ ἔ. θανοῦσα τῶνδʼ ἀλγέων λαθοίμαν. Θησεύς τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον. ἔα· τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· μητέρα γεραιὰν βωμίαν ἐφημένην ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ, κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά. τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί, ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. Αἴθρα ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον. Θησεύς τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε; Αἴθρα Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. Θησεύς οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα; Αἴθρα οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι. Θησεύς τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί; Αἴθρα οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον. Θησεύς σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν. Ἄδραστος ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν. Θησεύς τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων; Ἄδραστος οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν. Θησεύς οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα. Ἄδραστος ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους. Θησεύς τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται. Ἄδραστος τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. Θησεύς κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς; Ἄδραστος κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με. Θησεύς τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν; Ἄδραστος τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. Θησεύς ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν; Ἄδραστος κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. Θησεύς τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην; Ἄδραστος σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν. Θησεύς ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει; Ἄδραστος πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. Θησεύς ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους; Ἄδραστος δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. Θησεύς τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν; Ἄδραστος οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. Θησεύς ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; Ἄδραστος Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ. Θησεύς τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών; Ἄδραστος Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα. Θησεύς τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον; Ἄδραστος κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ. Θησεύς σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα; Ἄδραστος ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας — Θησεύς τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα. Ἄδραστος Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα. Θησεύς ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν; Ἄδραστος μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. Θησεύς ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους; Ἄδραστος Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. Θησεύς ὁ δʼ Οἰδίπου τί , τίνι τρόπῳ Θήβας λιπών; Ἄδραστος ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. Θησεύς σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν. Ἄδραστος ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. Θησεύς οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται; Ἄδραστος ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην. Θησεύς μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα; Ἄδρασ