Tyrannicida — Lucian of Samosata
ἀνῆλθεν τις ἐς τὴν ἀκρόπολιν ἀποκτενῶν τὸν τυραννον· αὐτὸν μὲν οὐχ εὗρεν, τὸν δε υἱὸν αὐτοὺ ἀποκτείνας κατέλιπε τὸ ξίφος ἐν τῷ σώματι. ἐλθὼν ὁ τύραννος καὶ τὸν υἱὸν ἰδὼν ἤδη νεκρὸν τῷ αὐτῷ ζίφει, ἑαυτὸν ἀπέκτεινεν. αἰτεῖ ὁ ἀνελθὼν καὶ τὸν τοῦ τυράννου υἱὸν ἀνελὼν γέρας ὡς τνραννοκτόνος. δύο τυράννους ἀποκτείνας, ὦ ἄνδρες δικασταί, μιᾶς ἡμέρας, τὸν μὲν ἤδη παρηβηκότα, τὸν δὲ ἀκμάζοντα καὶ πρὸς διαδοχὴν τῶν ἀδικημάτων ἑτοιμότερον, ἥκω μίαν ὅμως ἐπʼ ἀμφοτέροις αἰτήσων δωρεὰν μόνος τῶν πώποτε τυραννοκτόνων πληγῇ μιᾷ δύο πονηροὺς ἀποσκευασάμενος καὶ φονεύσας τὸν μὲν παῖδα τῷ ξίφει, τὸν πατέρα δὲ τῇ πρὸς τὸν υἱὸν φιλοστοργίᾳ. ὁ μὲν οὖν τύραννος ἀνθʼ ὧν ἐποίησεν ἱκανὴν ἡμῖν δέδωκε τιμωρίαν, ζῶν μὲν τὸν υἱὸν ἐπιδὼν προανῃρημένον παρὰ τὴν τελευτήν, τελευταῖον δὲ ἠναγκασμένος, τὸ παραδοξότατον, αὐτὸς αὑτοῦ γενέσθαι τυραννοκτόνος. ὁ παῖς δὲ ὁ ἐκείνου τέθνηκεν μὲν ὑπʼ ἐμοῦ, ὑπηρέτησε δέ μοι καὶ ἀποθανὼν πρὸς ἄλλον φόνον, ζῶν μὲν συναδικῶν τῷ πατρί, μετὰ θάνατον δὲ πατροκτονήσας, ὡς ἐδύνατο. τὴν μὲν οὖν τυραννίδα ὁ παύσας εἰμὶ ἐγὼ καὶ τὸ ξίφος ὃ πάντα εἴργασται ἐμόν, τὴν δὲ τάξιν ἐνήλλαξα τῶν φόνων καὶ τὸν τρόπον ἐκαινοτόμησα τῆς τῶν πονηρῶν τελευτῆς, τὸν μὲν ἰσχυρότερον καὶ ἀμύνασθαι δυνάμενον αὐτὸς ἀνελών, τὸν γέροντα δὲ μόνῳ παραχωρήσας τῷ ξίφει. ἐγὼ μὲν οὖν καὶ περιττότερόν τι ἐπὶ τούτοις ᾤμην γενήσεσθαί μοι παρʼ ὑμῶν καὶ δωρεὰς λήψεσθαι ἰσαρίθμους τοῖς ἀνῃρημένοις, ὡς ἂν οὐ τῶν παρόντων ἀπαλλάξας ὑμᾶς μόνον, ἀλλὰ καὶ τῆς τῶν μελλόντων κακῶν ἐλπίδος, καὶ τὴν ἐλευθερίαν βέβαιον παρασχών, οὐδενὸς παραλελειμμένου κληρονόμου τῶν ἀδικημάτων· μεταξὺ δὲ κινδυνεύω τοσαῦτα κατορθώσας ἀγέραστος ἀπελθεῖν παρʼ ὑμῶν καὶ μόνος στερέσθαι τῆς παρὰ τῶν νόμων ἀμοιβῆς, οὓς διεφύλαξα. ὁ μὲν οὖν ἀντιλέγων οὑτοσὶ δοκεῖ μοι οὐ κηδόμενος, ὥς φησι, τῶν κοινῶν αὐτὸ ποιεῖν, ἀλλʼ ἐπὶ τοῖς τετελευτηκόσι λελυπημένος καὶ ἀμυνόμενος τὸν ἐκείνοις τοῦ θανάτου αἴτιον γεγενημένον. ὑμεῖς δὲ ἀνάσχεσθέ μου, ὦ ἄνδρες δικασταί, πρὸς ὀλίγον τὰ ἐν τῇ τυραννίδι καίπερ εἰδόσιν ὑμῖν ἀκριβῶς διηγουμένου· καὶ γὰρ τὸ μέγεθος οὕτω μάθοιτʼ ἂν τῆς εὐεργεσίας τῆς ἐμῆς, καὶ αὐτοὶ μᾶλλον εὐφρανεῖσθε λογιζόμενοι ὧν ἀπηλλάγητε. οὐ γὰρ ὥσπερ ἄλλοις τισὶν ἤδη συνέβη πολλάκις, ἁπλῆν καὶ ἡμεῖς τυραννίδα καὶ μίαν δουλείαν ὑπεμείναμεν, οὐδὲ ἑνὸς ὑπηνέγκαμεν ἐπιθυμίαν δεσπότου, ἀλλὰ μόνοι τῶν πώποτε τὰ ὅμοια δυστυχησάντων δύο ἀνθʼ ἑνὸς τυράννους εἴχομεν καὶ πρὸς διττὰ οἱ δυστυχεῖς ἀδικήματα διῃρούμεθα. μετριώτερος δὲ ὁ πρεσβύτης ἦν παρὰ πολὺ καὶ πρὸς τὰς ὀργὰς ἠπιώτερος καὶ πρὸς τὰς κολάσεις ἀμβλύτερος καὶ πρὸς τὰς ἐπιθυμίας βραδύτερος, ὡς ἂν ἤδη τῆς ἡλικίας τὸ μὲν σφοδρότερον τῆς ὁρμῆς ἐπεχούσης, τὰς δὲ τῶν ἡδονῶν ὀρέξεις χαλιναγωγούσης. καὶ πρός γε τὴν ἀρχὴν τῶν ἀδικημάτων ὑπὸ τοῦ παιδὸς ἄκων προσῆχθαι ἐλέγετο, οὐ πάνυ τυραννικὸς αὐτὸς ὤν, ἀλλʼ εἴκων ἐκείνῳ· φιλότεκνος γὰρ ἐς ὑπερβολὴν ἐγένετο, ὡς ἔδειξεν, καὶ πάντα ὁ παῖς ἦν αὐτῷ καὶ ἐκείνῳ ἐπείθετο καὶ ἠδίκει ὅσα κελεύοι καὶ ἐκόλαζεν οὓς προστάττοι καὶ πάντα ὑπηρέτει, καὶ ὅλως ἐτυραννεῖτο ὑπʼ αὐτοῦ καὶ δορυφόρος τῶν τοῦ παιδὸς ἐπιθυμιῶν ἦν. ὁ νεανίας δὲ τῆς μὲν τιμῆς παρεχώρει καθʼ ἡλικίαν ἐκείνῳ καὶ μόνου ἐξίστατο τοῦ τῆς ἀρχῆς ὀνόματος, τὸ δʼ ἔργον τῆς τυραννίδος καὶ κεφάλαιον αὐτὸς ἦν, καὶ τὸ μὲν πιστὸν καὶ ἀσφαλὲς ἀπʼ αὐτοῦ παρεῖχε τῇ δυναστείᾳ, τὴν δὲ ἀπόλαυσιν μόνος ἐκαρποῦτο τῶν ἀδικημάτων. ἐκεῖνος ἦν ὁ τοὺς δορυφόρους συνέχων, ὁ τὴν φρουρὰν κρατύνων, ὁ τοὺς τυραννουμένους φοβῶν, ὁ τοὺς ἐπιβουλεύοντας ἐκκόπτων, ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν, ὁ ἐνυβρίζων τοῖς γάμοις· ἐκείνῳ αἱ παρθένοι ἀνήγοντο, καὶ εἴ τινες σφαγαὶ καὶ εἴ τινες φυγαὶ καὶ χρημάτων ἀφαιρέσεις καὶ βάσανοι καὶ ὕβρεις, πάντα ταῦτα τολμήματα ἦν νεανικά. ὁ γέρων δὲ ἐκείνῳ ἠκολούθει καὶ συνηδίκει καὶ ἐπῄνει μόνον τὰ τοῦ παιδὸς ἀδικήματα, καὶ τὸ πρᾶγμα ἡμῖν ἀφόρητον καθειστήκει· ὅταν γὰρ αἱ τῆς γνώμης ἐπιθυμίαι τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν προσλάβωσιν, οὐδένα ὅρον ποιοῦνται τῶν ἀδικημάτων. μάλιστα δὲ ἐκεῖνο ἐλύπει, τὸ εἰδέναι μακράν, μᾶλλον δὲ ἀΐδιον, τὴν δουλείαν ἐσομένην καὶ ἐκ διαδοχῆς παραδοθησομένην τὴν πόλιν ἄλλοτε ἄλλῳ δεσπότῃ καὶ πονηρῶν κληρονόμημα γενησόμενον τὸν ὡς τοῖς γε ἄλλοις οὐ μικρά τις ἐλπὶς αὕτη, τὸ λογίζεσθαι καὶ πρὸς αὐτοὺς λέγειν, ἀλλʼ ἤδη παύσεται, ἀλλʼ ἤδη καὶ μετʼ ὀλίγον ἐλεύθεροι γενησόμεθα. ἐπʼ ἐκείνων δὲ οὐδὲν τοιοῦτον ἠλπίζετο, ἀλλὰ ἑωρῶμεν ἤδη ἕτοιμον τὸν τῆς ἀρχῆς διάδοχον. τοιγαροῦν οὐδʼ ἐπιχειρεῖν τις ἐτόλμα τῶν γεννικῶν καὶ τὰ αὐτὰ ἐμοὶ προαιρουμένων, ἀλλʼ ἀπέγνωστο παντάπασιν ἡ ἐλευθερία καὶ ἄμαχος ἡ τυραννὶς ἐδόκει, πρὸς τοσούτους ἐσομένης τῆς ἐπιχειρήσεως. ἀλλʼ οὐκ ἐμὲ ταῦτα ἐφόβησεν οὐδὲ τὸ δυσχερὲς τῆς πράξεως λογισάμενος ἀπώκνησα οὐδὲ πρὸς τὸν κίνδυνον ἀπεδειλίασα, μόνος δέ, μόνος πρὸς οὕτως ἰσχυρὰν καὶ πολλὴν τυραννίδα, μᾶλλον δὲ οὐ μόνος, ἀλλὰ μετὰ τοῦ ξίφους ἀνῄειν τοῦ συμμεμαχημένου καὶ τὸ μέρος συντετυραννοκτονηκότος, πρὸ ὀφθαλμῶν μὲν τὴν τελευτὴν ἔχων, ἀλλαξόμενος δὲ ὅμως τὴν κοινὴν ἐλευθερίαν τῆς σφαγῆς τῆς ἐμῆς. ἐντυχὼν δὲ τῇ πρώτῃ φρουρᾷ καὶ τρεψάμενος οὐ ῥᾳδίως τοὺς δορυφόρους καὶ τὸν ἐντυγχάνοντα κτείνων καὶ τὸ ἀνθιστάμενον πᾶν διαφθείρων ἐπὶ τὸ κεφάλαιον αὐτὸ τῶν ἔργων ἱέμην, ἐπὶ τὴν μόνην τῆς τυραννίδος ἰσχύν, ἐπὶ τὴν ὑπόθεσιν τῶν ἡμετέρων συμφορῶν· καὶ ἐπιστὰς τῷ τῆς ἀκροπόλεως φρουρίῳ καὶ ἰδὼν γεννικῶς ἀμυνόμενον καὶ ἀνθιστάμενον πολλοῖς τραύμασιν ὅμως ἀπέκτεινα. καὶ ἡ μὲν τυραννὶς ἤδη καθῄρητο, καὶ πέρας εἶχέ μοι τὸ τόλμημα, καὶ τὸ ἀπʼ ἐκείνου πάντες ἦμεν ἐλεύθεροι, ἐλείπετο δὲ γέρων ἔτι μόνος, ἄνοπλος, ἀποβεβληκὼς τοὺς φύλακας, ἀπολωλεκὼς τὸν μέγαν ἐκεῖνον ἑαυτοῦ δορυφόρον, ἔρημος, οὐδὲ γενναίας ἔτι χειρὸς ἄξιος. ἐνταῦθα τοίνυν πρὸς ἐμαυτόν, ὦ ἄνδρες δικασταί, τὰ τοιαῦτα ἐλογιζόμην· πάντʼ ἔχει μοι καλῶς, πάντα πέπρακται, πάντα κατώρθωται. τίνα ἂν ὁ περίλοιπος κολασθείη τρόπον; ἐμοῦ μὲν γὰρ ἀνάξιός ἐστι καὶ τῆς ἐμῆς δεξιᾶς, καὶ μάλιστα ἐπʼ ἔργῳ λαμπρῷ καὶ νεανικῷ καὶ γενναίῳ ἀνῃρημένος, καταισχύνων κἀκείνην τὴν ἄξιον δέ τινα δεῖ ζητῆσαι δήμιον, ἀλλαγὴν συμφορᾶς, μηδὲ τὴν αὐτὴν κερδαίνειν. ἰδέτω, κολασθήτω, παρακείμενον ἐχέτω τὸ ξίφος· τούτῳ τὰ λοιπὰ ἐντέλλομαι. ταῦτα βουλευσάμενος αὐτὸς μὲν ἐκποδὼν ἀπηλλαττόμην, ὁ δέ, ὅπερ ἐγὼ προὐμαντευσάμην, διεπράξατο καὶ ἐτυραννοκτόνησεν καὶ τέλος ἐπέ