Heracleidae — Euripides
Ἰόλαος Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον· ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ, ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον πόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς, αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών. ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων, ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει, ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν ναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς σῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας. ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ, πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν· ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται, ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν. πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι· πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός, πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα. οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες, σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους, τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς. ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς, ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν· Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ, Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς. πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι, Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα ἱκέται καθεζόμεσθα βώμιοι θεῶν, προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος, κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος, τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας κλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον. δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή· ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις, ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος ἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν. Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος ζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα, ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός. ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν πέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως στείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο πάσης ἀλῆται γῆς ἀπεστερημένοι. ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ· ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά. Κῆρυξ ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς πόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν· οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται τὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως. χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη. Ἰόλαος οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ, ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν. Κῆρυξ βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί; Ἰόλαος οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών. Κῆρυξ γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε. Ἰόλαος οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε. Κῆρυξ ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς, ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως. Ἰόλαος ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον, ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς βιαζόμεσθα καὶ στέφη μιαίνεται — πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία. Χορός — ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα; Χορός — ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ χύμενον· ὦ τάλας. — πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις; Ἰόλαος ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων. Χορός σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν ξύνοικον ἦλθες λαόν; ἢ πέρα- θεν ἁλίῳ πλάτᾳ κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν; Ἰόλαος οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον, ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα. Χορός ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠνόμαζεν λεώς; Ἰόλαος τὸν Ἡράκλειον ἴστε που παραστάτην Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε. Χορός οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ ἐν χερὶ σᾷ κομίζεις κόρους νεοτρεφεῖς; φράσον. Ἰόλαος Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι, ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι. Χορός τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι, μελόμενοι τυχεῖν; Ἰόλαος μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν. Κῆρυξ ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει, οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε. Χορός εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε, καὶ μὴ βιαίῳ χερὶ δαιμόνων ἀπολείπειν ἕδη· πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται. Κῆρυξ ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως, κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί. Χορός ἄθεον ἱκεσίαν μεθεῖναι πόλει ξένων προστροπάν. Κῆρυξ καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα, εὐβουλίας τυχόντα τῆς ἀμείνονος. Χορός οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν. Κῆρυξ τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ; Χορός ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως. Κῆρυξ πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην. Χορός καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων. Δημοφῶν ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός, λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη; Χορός ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ, πατρός τε πιστὸς Ἰόλεως παραστάτης. Δημοφῶν τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά; Χορός βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ. Δημοφῶν καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε. σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών; Κῆρυξ Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν· ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω. πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε, δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων. Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων, νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας. πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις, κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά. ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται· οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν. φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς; τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν, Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει. ἢν δʼ ἐς λόγους τε καὶ