Heracles — Euripides
Ἀμφιτρύων Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους; ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. γέρων δὲ δή τις ἔστι Καδμείων λόγος ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών, κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν. ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται. τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει κτανὼν δάμαρτά θʼ , ὡς φόνῳ σβέσῃ φόνον, κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός — σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους, βωμὸν καθίζω τόνδε σωτῆρος Διός, ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν, σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας. φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. Μεγάρα ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν στρατηλατήσας κλεινὰ Καδμείων δορός, ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές. ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης, ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ, ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα, ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο, ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς; τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω. ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ· φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους· οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. Ἀμφιτρύων ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου· χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. Μεγάρα λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος; Ἀμφιτρύων καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. Μεγάρα κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον. Ἀμφιτρύων ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη. Μεγάρα ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. Ἀμφιτρύων ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν, ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει· οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα. οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ. Χορός —ὑπώροφα μέλαθρα καὶ γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις ἔρεισμα θέμενος, ἐστάλην ἰηλέμων γόων ἀοι- δὸς ὥστε πολιὸς ὄρνις, ἔπεα μόνον καὶ δόκη- μα νυκτερωπὸν ἐννύχων ὀνείρων, τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ. ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ, ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- τερ, ἃ τὸν Ἀίδα δόμοις πόσιν ἀναστενάζεις. Χορός —μὴ προκάμητε πόδα βαρύ τε κῶλον ὥστε πρὸς πετραῖον λέπας . λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος· γέρων γέροντα παρακόμιζʼ, ᾧ ξύνοπλα δόρατα νέα νέῳ τὸ πάρος ἐν ἡλίκων πόνοις ξυνῆν ποτʼ, εὐκλεεστάτας Χορός —ἴδετε, πατέρος ὡς γορ- γῶπες αἵδε προσφερεῖς ὀμμάτων αὐγαί, τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων οὐδʼ ἀποίχεται χάρις. Ἑλλὰς ὦ ξυμμάχους οἵους οἵους ὀλέσα- σα τούσδʼ ἀποστερήσῃ. Χορός —ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς Λύκον περῶντα τῶνδε δωμάτων πέλας. Λύκος τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι. τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον; τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν; ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών, σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς, ὡς σύγγαμός σοι Ζεὺς τέκ νου τε κ οινεών, σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν. τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών; ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος, ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας, ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς χρῄζω