Marcellus — Plutarch
Μάρκελλος 1 Μᾶρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύσαντα Ῥωμαίων Μάρκου μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελλον, ὅπερ ἐστὶν Ἀρήϊον, ὥς φησι Ποσειδώνιος. ἦν γὰρ τῇ μὲν ἐμπειρίᾳ πολεμικός, τῷ δὲ σώματι ῥωμαλέος, τῇ δὲ χειρὶ πλήκτης, τῇ δὲ φύσει φιλοπόλεμος κἀν τούτῳ δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι, τῷ δὲ ἄλλῳ τρόπῳ σώφρων, φιλάνθρωπος, Ἑλληνικῆς παιδείας καὶ λόγων ἄχρι τοῦ τιμᾶν καὶ θαυμάζειν τοὺς κατορθοῦντας ἐραστής, αὐτὸς δὲ ὑπʼ ἀσχολιῶν ἐφʼ ὅσον ἦν πρόθυμος ἀσκῆσαι καὶ μαθεῖν οὐκ ἐξικόμενος. εἰ γὰρ ἄλλοις τισὶν ἀνθρώποις ὁ θεός, ὥσπερ Ὅμηρος εἴρηκεν, ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, καὶ τοῖς τότε πρωτεύουσι Ῥωμαίων, οἳ νέοι μὲν ὄντες περὶ Σικελίαν Καρχηδονίοις, ἀκμάζοντες δὲ Γαλάταις ὑπὲρ αὐτῆς Ἰταλίας ἐπολέμουν, ἤδη δὲ γηρῶντες Ἀννίβᾳ πάλιν συνείχοντο καὶ Καρχηδονίοις, οὐκ ἔχοντες, ὥσπερ οἱ πολλοὶ, διὰ γῆρας ἀνάπαυσιν στρατειῶν, ἀλλʼ ἐπὶ στρατηγίας πολέμων καὶ ἡγεμονίας κατʼ εὐγένειαν καὶ ἀρετὴν ἀγόμενοι. 2 Μάρκελλος δὲ πρὸς οὐδὲν μὲν ἦν μάχης εἶδος ἀργὸς οὐδὲ ἀνάσκητος, αὐτὸς δʼ ἑαυτοῦ κράτιστος ἐν τῷ μονομαχεῖν γενόμενος οὐδεμίαν πρόκλησιν ἔφυγε, πάντας δὲ τοὺς προκαλεσαμένους ἀπέκτεινεν. ἐν δὲ Σικελίᾳ τὸν ἀδελφὸν Ὀτακίλιον κινδυνεύοντα διέσωσεν ὑπερασπίσας καὶ ἀποκτείνας τοὺς ἐπιφερομένους. ἀνθʼ ὧν ὄντι μὲν ἔτι νέῳ στέφανοι καὶ γέρα παρὰ τῶν στρατηγῶν ἦσαν, εὐδοκιμοῦντα δὲ μᾶλλον ἀγορανόμον μὲν ἀπέδειξε τῆς ἐπιφανεστέρας τάξεως ὁ δῆμος, οἱ δὲ ἱερεῖς αὔγουρα. τοῦτο δʼ ἐστὶν ἱερωσύνης εἶδος, ᾧ μάλιστα τὴν ἀπʼ οἰωνῶν μαντικὴν ἐπιβλέπειν καὶ παραφυλάττειν νόμος δέδωκεν. ἠναγκάσθη δὲ ἀγορανομῶν δίκην ἀβούλητον εἰσενεγκεῖν. ἦν γὰρ αὐτῷ παῖς ὁμώνυμος ἐν ὥρᾳ, τὴν ὄψιν ἐκπρεπής, οὐχ ἧττον δὲ τῷ σωφρονεῖν καὶ πεπαιδεῦσθαι περίβλεπτος ὑπὸ τῶν πολιτῶν τούτῳ Καπετωλῖνος ὁ τοῦ Μαρκέλλου συνάρχων, ἀσελγὴς ἀνὴρ καὶ θρασύς, ἐρῶν λόγους προσήνεγκε. τοῦ δὲ παιδὸς τὸ μὲν πρῶτον αὐτοῦ καθʼ ἑαυτὸν ἀποτριψαμένου τὴν πεῖραν, ὡς δὲ αὖθις ἐπεχείρησε κατειπόντος πρὸς τὸν πατέρα, βαρέως ἐνεγκὼν ὁ Μάρκελλος προσήγγειλε τῇ βουλῇ τὸν ἄνθρωπον. ὁ δὲ πολλὰς μὲν ἀποδράσεις καὶ παραγραφὰς ἐμηχανᾶτο, τοὺς δημάρχους ἐπικαλούμενος, ἐκείνων δὲ μὴ προσδεχομένων τὴν ἐπίκλησιν ἀρνήσει τὴν αἰτίαν ἔφευγε, καὶ μάρτυρος οὐδενὸς τῶν λόγων γεγονότος ἔδοξε μεταπέμπεσθαι τὸν παῖδα τῇ βουλῇ, παραγενομένου δʼ ἰδόντες ἐρύθημα καὶ δάκρυον καὶ μεμιγμένον ἀπαύστῳ τῷ θυμουμένῳ τὸ αἰδούμενον, οὐδενὸς ἄλλου δεηθέντες τεκμηρίου κατεψηφίσαντο καὶ χρήμασιν ἐζημίωσαν Καπετωλῖνον, ἐξ ὧν ὁ Μάρκελλος ἀργυρᾶ λοιβεῖα ποιησάμενος τοῖς θεοῖς καθιέρωσεν. 3 ἐπεὶ δὲ τοῦ πρώτου τῶν Καρχηδονίων πολέμων ἔτει δευτέρῳ καὶ εἰκοστῷ συναιρεθέντος ἀρχαὶ πάλιν Γαλατικῶν ἀγώνων διεδέχοντο τὴν Ῥώμην, οἱ δὲ τὴν ὑπαλπείαν νεμόμενοι τῆς Ἰταλίας Ἴνσομβρες, Κελτικὸν ἔθνος, μεγάλοι καὶ καθʼ ἑαυτοὺς ὄντες, δυνάμεις ἐκάλουν, καὶ μετεπέμποντο Γαλατῶν τοὺς μισθοῦ στρατευομένους, οἳ Γαισάται καλοῦνται, θαυμαστὸν μὲν ἐδόκει καὶ τύχης ἀγαθῆς γενέσθαι τὸ μὴ συρραγῆναι τὸν Κελτικὸν εἰς τὸ αὐτὸ τῷ Λιβυκῷ πόλεμον, ἀλλʼ ὥσπερ ἐφεδρείαν εἰληφότας τοὺς Γαλάτας, ὀρθῶς καὶ δικαίως ἀτρεμήσαντας μαχομένων ἐκείνων, οὕτω τότε δὴ τοῖς νενικηκόσιν ἐπαποδύεσθαι καὶ προκαλεῖσθαι σχολὴν ἄγοντας· οὐ μὴν ἀλλὰ μέγαν ἥ τε χώρα παρεῖχε φόβον, διὰ τὴν γειτνίασιν ὁμόρῳ καὶ προσοίκῳ πολέμῳ συνοισομένοις, καὶ τὸ παλαιὸν ἀξίωμα τῶν Γαλατῶν, οὓς μάλιστα Ῥωμαῖοι δεῖσαι δοκοῦσιν, ἅτε δὴ καὶ τὴν πόλιν ὑπʼ αὐτῶν ἀποβαλόντες, ἐξ ἐκείνου δὲ καὶ θέμενοι νόμον ἀτελεῖς εἶναι στρατείας τοὺς ἱερέας, πλὴν εἰ μὴ Γαλατικὸς πάλιν ἐπέλθοι πόλεμος. ἐδήλου δὲ καὶ τὸν φόβον αὐτῶν ἥ τε παρασκευὴ μυριάδες γὰρ ἐν ὅπλοις ἅμα τοσαῦται Ῥωμαίων οὔτε πρότερον οὔτε ὕστερον γενέσθαι λέγονται καὶ τὰ περὶ τὰς θυσίας καινοτομούμενα· βαρβαρικὸν μὲν γὰρ οὐδὲν οὐδʼ ἔκφυλον ἐπιτηδεύοντες, ἀλλʼ ὡς ἔνι μάλιστα ταῖς δόξαις Ἑλληνικῶς διακείμενοι καὶ πρᾴως πρὸς τὰ θεῖα, τότε τοῦ πολέμου συμπεσόντος ἠναγκάσθησαν εἶξαι λογίοις τισὶν ἐκ τῶν Σιβυλλείων, καὶ δύο μὲν Ἕλληνας, ἄνδρα καὶ γυναῖκα, δύο δὲ Γαλάτας ὁμοίως ἐν τῇ καλουμένῃ βοῶν ἀγορᾷ κατορύξαι ζῶντας, οἷς ἔτι καὶ νῦν ἐν τῷ Νοεμβρίῳ μηνὶ δρῶσιν Ἕλλησι καὶ Γαλάταις ἀπορρήτους καὶ ἀθεάτους ἱερουργίας. 4 οἱ μὲν οὖν πρῶτοι τῶν ἀγώνων νίκας τε μεγάλας καὶ σφάλματα τοῖς Ῥωμαίοις ἐνέγκαντες εἰς οὐδὲν ἐτελεύτησαν πέρας βέβαιον Φλαμινίου δὲ καὶ Φουρίου τῶν ὑπάτων μεγάλαις ἐκστρατευσάντων δυνάμεσιν ἐπὶ τοὺς Ἴνσομβρας, ὤφθη μὲν αἵματι ῥέων ὁ διὰ τῆς Πικηνίδος χώρας ποταμός, ἐλέχθη δὲ τρεῖς σελήνας φανῆναι περὶ πόλιν Ἀρίμινον, οἱ δὲ ἐπὶ ταῖς ὑπατικαῖς ψηφοφορίαις παραφυλάττοντες οἰωνοὺς ἱερεῖς διεβεβαιοῦντο μοχθηρὰς καὶ δυσόρνιθας αὐτοῖς γεγονέναι τὰς τῶν ὑπάτων ἀναγορεύσεις, εὐθὺς οὖν ἔπεμψεν ἡ σύγκλητος ἐπὶ τὸ στρατόπεδον γράμματα καλοῦσα καὶ μεταπεμπομένη τοὺς ὑπάτους, ὅπως ἐπανελθόντες ᾗ τάχιστα τὴν ἀρχὴν ἀπείπωνται καὶ μηδὲν ὡς ὕπατοι φθάσωσι πρᾶξαι πρὸς τοὺς πολεμίους. ταῦτα δεξάμενος τὰ γράμματα Φλαμίνιος οὐ πρότερον ἔλυσεν ἢ μάχῃ συνάψας τρέψασθαι τοὺς βαρβάρους καὶ τὴν χώραν αὐτῶν ἐπιδραμεῖν. ὡς οὖν ἐπανῆλθε μετὰ πολλῶν λαφύρων, οὐκ ἀπήντησεν ὁ δῆμος, ἀλλʼ ὅτι καλούμενος οὐκ εὐθὺς ὑπήκουσεν οὐδʼ ἐπείσθη τοῖς γράμμασιν, ἀλλʼ ἐνύβρισε καὶ κατεφρόνησε, μικροῦ μὲν ἐδέησεν ἀποψηφίσασθαι τὸν θρίαμβον αὐτοῦ, θριαμβεύσαντα δὲ ἰδιώτην ἐποίησεν, ἀναγκάσας ἐξομόσασθαι τὴν ὑπατείαν μετὰ τοῦ συνάρχοντος. οὕτω πάντα τὰ πράγματα Ῥωμαίοις εἰς τὸν θεὸν ἀνήγετο, μαντειῶν δὲ καὶ πατρίων ὑπεροψίαν οὐδʼ ἐπὶ ταῖς μεγίσταις εὐπραξίαις ἀπεδέχοντο, μεῖζον ἡγούμενοι πρὸς σωτηρίαν πόλεως τὸ θαυμάζειν τὰ θεῖα τοὺς ἄρχοντας τὸν κρατεῖν τῶν πολεμίων. 5 Τιβέριος οὖν Σεμπρώνιος, ἀνὴρ διʼ ἀνδρείαν καὶ καλοκαγαθίαν οὐδενὸς ἧττον ἀγαπηθεὶς ὑπὸ Ῥωμαίων, ἀπέδειξε μὲν ὑπατεύων διαδόχους Σκηπίωνα Νασικᾶν καὶ Γάϊον Μάρκιον, ἤδη δὲ ἐχόντων αὐτῶν ἐπαρχίας καὶ στρατεύματα, ἱερατικοῖς ὑπομνήμασιν ἐντυχὼν εὗρεν ἠγνοημένον ὑφʼ αὑτοῦ τι τῶν πατρίων. ἦν δὲ τοιοῦτον· ὅταν ἄρχων ἐπʼ ὄρνισι καθεζόμενος ἔξω πόλεως οἶκον ἢ σκηνὴν μεμισθωμένος ὑπʼ αἰτίας τινὸς ἀναγκασθῇ μήπω γεγονότων σημείων βεβαίων ἐπανελθεῖν εἰς πόλιν, ἀφεῖναι χρῆν τὸ προμεμισθωμένον οἴκημα καὶ λαβεῖν ἕτερον, ἐξ οὗ ποιήσεται τὴν θέαν αὖθις ἐξ ὑπαρχῆς, τοῦτο ἔλαθεν, ὡς ἔοικε, τὸν Τιβέριον, καὶ δὶ