Imagines — Philostratus Minor
ΠΡΟΟΙΜΙΟΝ. μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδʼ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζηλοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλʼ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πράξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπούδασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύμῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατʼ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν, ὡς ἂν καὶ ὁ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμόττουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν καταστάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ ἄριστα ὑποκρινεῖται ἡ χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, ʽκαἲ μεμηνότα εἰ τύχοι ἢ ὀργιζόμενον ἢ ἔννουν ἢ χαίροντα ἢ ὁρμητὴν ἢ ἐρῶντα καὶ καθάπαξ τὸ ἁρμόδιον ἐφʼ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἡ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπʼ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφʼ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμμετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέντες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατʼ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης, τὸ γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύσεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν ἡ τέχνη εὑρίσκεται καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσάγονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, ἃ λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτʼ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς ἢ πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθίστασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δεικνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλήσεταί που, ᾗ κομιδῇ σμικρά, γράμμασι γὰρ προστυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελθεῖν ταῦτα. ἀλλʼ ἵνʼ ἡμῖν μὴ ἐφʼ ἑνὸς τὸ γράμμα προίοι, ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθʼ ἕκαστα διαρθροῦν, ἵνʼ οὕτω καὶ ὁ λόγος τὸ ἁρμόττον ἔχοι. ΑΧΙΛΛΕΥΣ ΕΝ ΣΚΥΡΩΙ. α . ἡ κομῶσα τῇ σχοίνῳ ἡρωίνη, ὁρᾷς γάρ που τὴν ὑπὸ τῷ ὄρει στιφρὰν τὸ εἶδος καὶ ἐσταλμένην κυανῷ, Σκῦρος, ὦ παῖ, νῆσος, ἣν ὁ θεῖος Σοφοκλῆς ἀνεμώδεα καλεῖ. ἔστι δʼ αὐτῇ καὶ πτόρθος ἐλαίας ἐν ταῖν χεροῖν καὶ ἀμπέλου κλῆμα, ὁ δʼ ὑπὸ τοῖς πρόποσι τοῦ ὄρους πύργος, παρθενεύονται ἐνταῦθα αἱ τοῦ Λυκομήδους κόραι ξὺν τῇ δοκούσῃ παρὰ Θέτιδος ἥκειν, τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως ἡ Θέτις μαθοῦσα καὶ ὡς ἐπʼ ἄμφω πεπρωμένον αὐτῷ εἴη ἢ ζῆν ἀκλεῶς ἢ εὐκλεᾶ γενόμενον τάχιστα τελευτᾶν, ἀπόθετος αὐτῇ ὁ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται κόρη μὲν εἶναι δοκῶν ταῖς ἄλλαις, μίαν δὲ αὐτῶν τὴν πρεσβυτάτην ξὺν ἀπορρήτῳ γνοὺς ἔρωτι, καὶ προιών γε ἐς τόκου ὥραν ὁ χρόνος τὸν Πύρρον ἐκδώσει. ἀλλʼ οὐκ ἐνταῦθα ταῦτα. λειμὼν δὲ πρὸ τοῦ πύργου, ἐπιτήδειος γὰρ ὁ τόπος τῆς νήσου κόραις ἀνθέων ἀφθονίαν δοῦναι καὶ ὁρᾷς γε, ὡς ἄλλη ἀλλαχόσε ἀποσκίδνανται τὰ ἄνθη ἀποκείρουσαι. κάλλος μὲν οὖν ἀμήχανον ἁπασῶν, ἀλλʼ αἱ μὲν ἀτεχνῶς ἐς θήλειαν ὥραν ἀποκλίνουσι βολαῖς τε ὀφθαλμῶν καὶ παρειᾶς ἄνθει καὶ τῇ πρὸς ἕκαστα ὁρμῇ εὖ μάλα τὸ θῆλυ ἐλέγχουσαι, ἡδὶ δὲ ἡ ἀναχαιτίζουσα τὴν κόμην καὶ βλοσυρὰ σὺν ἁβρότητι αὐτίκα μάλα διελεγχθήσεται τὴν φύσιν καὶ τὸ ξὺν ἀνάγκῃ ἐπίπλαστον ἐκδῦσα τὸν Ἀχιλλέα ἐκδείξει· λόγου γὰρ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος τοῦ τῆς Θέτιδος ἀπορρήτου στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξοντες, ὅπῃ ταῦτα ἔχει. ὁρᾷς δὲ ἄμφω τὸν μὲν καὶ βεβυθισμένον τὴν τῶν ὀφθαλμῶν ἀκτῖνα διὰ πανουργίαν, οἶμαι, καὶ τὸ διαθρεῖν τι ἀεί, ὁ δὲ τοῦ Τυδέως ἔμφρων μέν, ἕτοιμος δὲ τὴν γνώμην καὶ τὸ δραστήριον προτείνων. κατόπιν δὲ αὐτῶν καὶ ὁ τῇ σάλπιγγι σημαίνων τί δὴ βούλεται, καὶ τί τὸ ἦθος τῆς γραφῆς; σοφὸς ὢν Ὀδυσσεὺς καὶ ἱκανὸς τῶν ἀδήλων θηρατὴς πρὸς τὸν τῶν θηρωμένων ἔλεγχον μηχανᾶται τὰ νῦν· ῥίψας γὰρ ἐς τὸν λειμῶνα ταλάρους τε καὶ ὅσα παισὶ κόραις ἐς παιδιὰν εὐπρεπῆ, καὶ πανοπλίαν, αἱ μὲν οὖν Λυκομήδους ἐς τὸ οἰκεῖον χωροῦσιν, ὁ δὲ τοῦ Πηλέως ταλάροις μὲν καὶ κερκίσι χαίρειν λέγει παραλιπὼν αὐτὰ ταῖς κόραις ἤδη, ἐς δὲ τὴν πανοπλίαν ὁρμήσας γυμνοῦταί τε τὸ ἐντεῦθεν — [ β .] ὁ δὲ Πύρρος οὐκ ἄγροικος ἔτι, οὐδʼ ἐν αὐχμῷ σφριγῶν, οἷα βουκόλων νεανιεύματα, ἀλλʼ ἤδη στρατιώτης. ἔστη μὲν γὰρ ἀκοντίῳ ἐπερείσας ἑαυτὸν καὶ ἀποβλέπων ἐς τὴν ναῦν, ἐσθὴς δὲ αὐτῷ φοινικὶς ἐξ ὤμου ἄκρου ἐς τὴν ἀριστερὰν ἀνειλημμένη χεῖρα καὶ λευκὸς ὑπὲρ γόνυ χιτών, τὸ δὲ ὄμμα αὐτῷ γοργὸν μέν, οὐκ ἐν ὁρμῇ δέ, ἀλλʼ ἐν ἀναβολαῖς ἔτι τῷ ἀσχάλλειν τῇ τριβῇ καὶ ἀνατυποῖ τι ἡ γνώμη τῶν ἐν Ἰλίῳ μικρὸν ὕστερον. ἡ κόμη νῦν μὲν ἡσυχάζοντος ἐπικρέμαται τῷ μετώπῳ, ὁρμήσαντος δὲ ἀτακτήσει συναπονεύουσα ταῖς τοῦ θυμοῦ κινήσεσιν. αἱ δὲ ἀνασκιρτῶσαι ἄνετον αἶγες καὶ τὰ ἀτακτοῦντα βουκόλια καὶ ἡ ἐν μέσοις ἐρριμμένη κορύνη σὺν καλαύροπι τοιοῦδε, ὦ παῖ, λόγου ἔχεται· ἀχθόμενος τῇ μητρὶ καὶ τῷ πάππῳ τῆς ἐν τῇ νήσῳ ἕδρας, ἐπειδὴ ἐπʼ Ἀχιλλεῖ τεθνεῶτι δείσαντες περὶ τῷ παιδὶ ἀπώμοτον ἐποιήσαντο τὴν τοῦ Πύρρου ἔξοδον, αἰπολίοις τε καὶ βουσὶν ἑαυτὸν ἐφίστησιν ἀπαυχενίζων τοὺς ἀτιμάζοντας τὴν ἀγέλην ταύρους, οἳ δὴ πρὸς τῷ ἐν δεξιᾷ ἐνδείκνυνται ὄρει. λογίου δὲ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος, ὡς οὐκ ἄλλῳ τῳ ἁλωτὸς ἔσοιτο ἡ Τροία πλὴν τοῖς Αἰακίδαις, στέλλεται ὁ Φοῖνιξ ἐς τὴν Σκῦρον ἀνάξων τὸν παῖδα, καὶ καθορμισάμενος ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς πλὴν ὅσα τὸ ἁβρόν τε καὶ ἁδρὸν τοῦ εἴδους ὑπεδείκνυ αὐτὸν Ἀχιλλέως εἶναι παῖδα. κἀντεῦθεν γνωρίσας, ὃς εἴη, ἔκπυστος γίγνεται τῷ τε Λυκομήδει καὶ τῇ Δηιδαμείᾳ. ταῦθʼ ἡ τέχνη βραχεῖ τούτῳ γράμματι ἀναδιδάσκειν ἡμᾶς ἐθέλει, γέγραπται δὲ ὡς