Publicola — Plutarch
Ποπλικόλας 1 τοιούτῳ δὴ γενομένῳ τῷ Σόλωνι τὸν Ποπλικόλαν παραβάλλομεν, ᾧ τοῦτο μὲν ὕστερον ὁ Ῥωμαίων δῆμος ἐξεῦρεν ἐπὶ τιμῇ τοὔνομα, πρὸ τοῦ δὲ Πόπλιος Οὐαλλέριος ἐκαλεῖτο, Οὐαλλερίου δοκῶν ἀπόγονος εἶναι τῶν παλαιῶν ἀνδρὸς αἰτιωτάτου γενομένου Ῥωμαίους καὶ Σαβίνους ἐκ πολεμίων ἕνα γενέσθαι δῆμον· ὁ γὰρ μάλιστα τοὺς βασιλεῖς εἰς ταὐτὸ πείσας συνελθεῖν καὶ διαλλάξας ἐκεῖνός ἐστι. τούτῳ δὴ κατὰ γένος προσήκων ὁ Οὐαλλέριος, ὥς φασι, βασιλευομένης μὲν ἔτι τῆς Ῥώμης ἐπιφανὴς ἦν διὰ λόγον καὶ πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν δικαίων, ἀφʼ οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλανθρώπως ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρατία, πρωτεύσων. ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον οὔτε λαβόντα τὴν ἀρχήν καλῶς, ἀλλʼ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλʼ ὑβρίζοντα καὶ τυραννοῦντα, μισῶν ὁ δῆμος καὶ βαρυνόμενος, ἀρχήν ἀποστάσεως ἔλαβε τὸ Λουκρητίας πάθος αὑτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτόμενος τῶν πραγμάτων τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλλέριον καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συνεξέβαλε τοὺς βασιλεῖς, μέχρι μὲν ἐπίδοξος ἦν ὁ δῆμος ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ἡσυχίαν ἦγεν ὁ Οὐαλλέριος, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ· δυσχεραινομένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διήμαρτεν. ᾑρέθη γὰρ ἄκοντι τῷ Βρούτῳ συνάρχων ἀντὶ τοῦ Οὐαλλερίου Ταρκύνιος Κολλατῖνος, ὁ Λουκρητίας ἀνήρ, οὐδὲν ἀρετῇ Οὐαλλερίου διαφέρων, ἀλλʼ οἱ δυνατοί δεδιότες τοὺς βασιλεῖς ἔτι πολλὰ πειρῶντας ἔξωθεν καὶ μαλάσσοντας τὴν πόλιν, ἐβούλοντο τὸν ἐντονώτατον αὐτοῖς ἐχθρὸν ἔχειν στρατηγὸν ὡς οὐχ ὑφησόμενον. 2 ἀγανακτῶν οὖν ὁ Οὐαλλέριος, εἰ μὴ πιστεύεται πάντα πράττειν ἕνεκα τῆς πατρίδος, ὅτι μηδὲν ἰδίᾳ κακὸν ὑπὸ τῶν τυράννων πέπονθε, τῆς τε βουλῆς ἀπέστη καὶ τὰς συνηγορίας ἀπεῖπε καὶ τὸ πράττειν τὰ κοινὰ παντελῶς ἐξέλιπεν, ὥστε καὶ λόγον τοῖς πολλοῖς παρασχεῖν καὶ φροντίδα, φοβουμένοις μὴ διʼ ὀργὴν προσθέμενος τοῖς βασιλεῦσιν ἀνατρέψῃ τὰ πράγματα καὶ τὴν πόλιν ἐπισφαλῶς ἔχουσαν· ἐπεὶ δὲ καὶ πρὸς ἑτέρους τινὰς ὑποψίαν ἔχων ὁ Βροῦτος ἐβούλετο διὰ σφαγίων ὁρκῶσαι τὴν βουλὴν καὶ προεῖπεν ἡμέραν, καταβὰς μάλα φαιδρὸς εἰς ἀγορὰν ὁ Οὐαλλέριος, καὶ πρῶτος ὀμόσας μηδὲν ἐνδώσειν μηδʼ ὑφήσεσθαι Ταρκυνίοις, ἀλλὰ πολεμήσειν κατὰ κράτος ὑπὲρ τῆς ἐλευθερίας, ἡδονήν τε τῇ βουλῇ καὶ θάρσος ἅμα τοῖς ἄρχουσι παρέσχεν. εὐθὺς δὲ καὶ τὰ ἔργα τὸν ὅρκον ἐβεβαίου. πρέσβεις γὰρ ἧκον ἀπὸ Ταρκυνίου γράμματα κομίζοντες ἐπαγωγὰ τοῦ δήμου καὶ λόγους ἐπιεικεῖς, οἷς μάλιστα τοὺς πολλοὺς ᾤοντο διαφθείρειν, λεγομένοις παρὰ βασιλέως ἀφεικέναι τὸ φρόνημα καὶ μετρίων δεῖσθαι δοκοῦντος. τούτους εἰς τὸ πλῆθος οἰομένων δεῖν τῶν ὑπάτων προαγαγεῖν οὐκ εἴασεν ὁ Οὐαλλέριος, ἀλλʼ ἐνέστη καὶ διεκώλυσεν ἀνθρώποις πένησι καὶ βαρυνομένοις μᾶλλον τῆς τυραννίδος τὸν πόλεμον ἀρχὰς καὶ προφάσεις νεωτερισμῶν ἐγγενέσθαι. 3 μετὰ δὲ ταῦτα πρέσβεις ἧκον ἕτεροι τῆς τε βασιλείας ἀφίστασθαι καὶ πολεμοῦντα παυσασθαι τὸν Ταρκύνιον λέγοντες, ἀπαιτεῖν δὲ τὰ χρήματα καὶ τὰς οὐσίας αὑτῷ καὶ φίλοις καὶ οἰκείοις, ἀφʼ ὧν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ μάλιστα τοῦ Κολλατίνου συναγορεύοντος, ἄτρεπτος ὢν ἀνὴρ καὶ τραχὺς ὀργὴν ὁ Βροῦτος ἐξέδραμεν εἰς ἀγοράν, προδότην ἀποκαλῶν τὸν συνάρχοντα, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον οἷς δεινὸν ἦν ὄντως ἐφόδια φυγῆς ψηφίσασθαι. συνελθόντων δὲ τῶν πολιτῶν πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε Γάιος Μινούκιος, τῷ τε Βρούτῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις π· αραινῶν ὁρᾶν ὅπως τὰ χρήματα μετʼ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς τυράννους μᾶλλον ἢ μετʼ ἐκείνων πρὸς αὐτούς. οὐ μὴν ἀλλʼ ἔδοξε τοῖς Ῥωμαίοις τὴν ἐλευθερίαν ἔχουσιν, ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων, ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις. ἦν δὲ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, ἡ δʼ ἀπαίτησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας, καὶ ταῦτʼ ἔπραττον οἱ πρέσβεις ὑπομένοντες ἐπὶ τῇ τῶν χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάττειν, τὰ δʼ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν οἴκους δύο τῶν καλῶν κάγαθῶν νομιζομένων, τὸν Ἀκυλλίων τρεῖς ἔχοντα βουλευτάς καὶ δύο τὸν Οὐιτελλίων. οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολλατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δὲ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν. ἀδελφὴν γὰρ αὐτῶν ὁ Βροῦτος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας· ὧν δύο τοὺς ἐν ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι καὶ καταμίξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ τῶν Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος· χαλεπότητα μὲν τὸ ἀπαραίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες, τῇ δʼ ἀβελτερίᾳ προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον, ὡς ἔοικε, χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράννους, οὐδʼ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν. 4 ὡς δʼ οὖν συνεπείσθη τὰ μειράκια καὶ τοῖς Ἀκυλλίοις εἰς λόγους ἦλθεν, ὅρκον ὀμόσαι μέγαν ἔδοξε πᾶσι καὶ δεινόν, ἀνθρώπου σφαγέντος ἐπισπείσαντας αἷμα καὶ τῶν σπλάγχνων θιγόντας, ἐπὶ τούτοις εἰς τὴν Ἀκυλλίων οἰκίαν συνῆλθον. ἦν δʼ ὁ οἶκος, ἐν ᾧ ταῦτα δράσειν ἔμελλον, οἷον εἰκὸς, ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν αὐτοὺς οἰκέτης ὄνομα Οὐινδίκιος ἔνδον κατακρύψας ἑαυτόν, οὐ κατʼ ἐπιβουλὴν ἢ προαίσθησίν τινα τοῦ μέλλοντος, ἀλλʼ ἔνδον ὢν ἔτυχε καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθείς ὑπέστη, λάρνακα κειμένην πρὸ αὑτοῦ ποιησάμενος, ὥστε καὶ τῶν πραττομένων θεατὴς γενέσθαι καὶ τῶν βουλευμάτων ἐπήκοος. ἔδοξε δʼ αὐτοῖς τοὺς ὑπάτους ἀναιρεῖν, καὶ ταῦτα δηλούσας γράψαντες ἐπιστολὰς πρὸς τὸν Ταρκύνιον ἔδοσαν τοῖς πρέσβεσι· καὶ γὰρ ᾤκουν αὐτόθι, τῶν Ἀκυλλίων ξένοι γεγονότες, καὶ τότε τῇ συνωμοσίᾳ παρῆσαν. ὡς δὲ ταῦτα πράξαντες ἀπηλλάγησαν, ὑπεξελθὼν ὁ Οὐινδίκιος λάθρα, χρήσασθαι τοῖς προσπεσοῦσιν οὐκ εἶχεν, ἀλλʼ ἠπορεῖτο, δεινὸν μὲν ἡγούμενος, ὥσπερ ἦν, πρὸς πατέρα Βροῦτον υἱῶν ἐξάγιστα κατηγορεῖν ἢ πρὸς θεῖον ἀδελφιδῶν τὸν Κολλατῖνον, ἰδιώτην δὲ Ῥωμαίων οὐδένα νομίζων ἐχέγγυον ἀπορρήτων τηλικούτων. πᾶν δʼ αὖ μᾶλλον