Thesmophoriazusae — Aristophanes
Μνησίλοχος ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται; ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ. οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν, παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη; Εὐριπίδης ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα ὄψει παρεστώς. Μνησίλοχος πῶς λέγεις; αὖθις φράσον. οὐ δεῖ μʼ ἀκούειν; Εὐριπίδης οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν. Μνησίλοχος οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ; Εὐριπίδης οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ. Μνησίλοχος πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις. οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν; Εὐριπίδης χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις. Μνησίλοχος τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν; Εὐριπίδης εὖ ἴσθʼ ὅτι. Μνησίλοχος πῶς χωρίς; Εὐριπίδης οὕτω ταῦτα διεκρίθη τότε. αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα, ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ, ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο. Μνησίλοχος διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ; νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών. οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι. Εὐριπίδης πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ. Μνησίλοχος πῶς ἂν οὖν πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει; Εὐριπίδης βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν. Μνησίλοχος ἰδού. Εὐριπίδης ὁρᾷς τὸ θύριον τοῦτο; Μνησίλοχος νὴ τὸν Ἡρακλέα οἶμαί γε. Εὐριπίδης σίγα νυν. Μνησίλοχος σιωπῶ τὸ θύριον; Εὐριπίδης ἄκουʼ. Μνησίλοχος ἀκούω καὶ σιωπῶ τὸ θύριον; Εὐριπίδης ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει ὁ τραγῳδοποιός. Μνησίλοχος ποῖος οὗτος Ἁγάθων; Εὐριπίδης ἔστιν τις Ἀγάθων— Μνησίλοχος μῶν ὁ μέλας ὁ καρτερός; Εὐριπίδης οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε; Μνησίλοχος μῶν ὁ δασυπώγων; Εὐριπίδης οὐχ ἑόρακας πώποτε; Μνησίλοχος μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι. Εὐριπίδης καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως. ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας· προθυσόμενος ἔοικε τῆς ποιήσεως. Θεράπων εὔφημος πᾶς ἔστω λαός, στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων τῶν δεσποσύνων μελοποιῶν. ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ, κῦμα δὲ πόντου μὴ κελαδείτω γλαυκόν· Μνησίλοχος βομβάξ. Εὐριπίδης σίγα. Μνησίλοχος τι λέγει; Θεράπων πτηνῶν τε γένη κατακοιμάσθω, θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων μὴ λυέσθων. Μνησίλοχος βομβαλοβομβάξ. Θεράπων μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων πρόμος ἡμέτερος— Μνησίλοχος μῶν βινεῖσθαι; Θεράπων τίς ὁ φωνήσας; Μνησίλοχος νήνεμος αἰθήρ. Θεράπων δρυόχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν, τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ, καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγύλλει καὶ χοανεύει. Μνησίλοχος καὶ λαικάζει. Θεράπων τίς ἀγροιώτας πελάθει θριγκοῖς; Μνησίλοχος ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ συγγογγύλας καὶ συστρέψας τουτὶ τὸ πέος χοανεῦσαι. Θεράπων ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον. Εὐριπίδης ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ. Θεράπων μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα. καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον, ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον. Εὐριπίδης τί οὖν ἐγὼ δρῶ; Θεράπων περίμενʼ, ὡς ἐξερχεται. Εὐριπίδης ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον; Μνησίλοχος νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς; οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν. Εὐριπίδης ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον. Μνησίλοχος ποῖόν τι; Εὐριπίδης τῇδε θἠμέρᾳ κριθήσεται εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης. Μνησίλοχος καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα, ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση. Εὐριπίδης τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ. αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ. Μνησίλοχος τιὴ τί δή; Εὐριπίδης ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω. Μνησίλοχος νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις. ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις; Εὐριπίδης Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον ἐς Θεσμοφόροιν ἐλθεῖν. Μνησίλοχος τί δράσοντʼ; εἰπέ μοι. Εὐριπίδης ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ λέξονθʼ ὑπὲρ ἐμοῦ. Μνησίλοχος πότερα φανερῶς ἢ λάθρᾳ; Εὐριπίδης λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον. Μνησίλοχος τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου· τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς. Εὐριπίδης σίγα. Μνησίλοχος τί δʼ ἔστιν; Εὐριπίδης Ἁγάθων ἐξέρχεται. Μνησίλοχος καὶ ποῖός ἐστιν; Εὐριπίδης οὗτος οὑκκυκλούμενος. Μνησίλοχος ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ. Εὐριπίδης σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται. Μνησίλοχος μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται; Ἀγάθων ἱερὰν χθονίαις δεξάμεναι λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ πατρίδι χορεύσασθε βοάν. Χορὸς Ἀγάθωνος τίνι δαιμόνων ὁ κῶμος; λέγε νυν. εὐπίστως δὲ τοὐμὸν δαίμονας ἔχει σεβίσαι. Ἀγάθων ἄγε νυν ὄλβιζε Μοῦσα χρυσέων ῥύτορα τόξων Φοῖβον, ὃς ἱδρύσατο χώρας γύαλα Σιμουντίδι γᾷ. Χορὸς Ἀγάθωνος χαῖρε καλλίστας ἀοιδᾶς Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς γέρας ἱερὸν προφέρων. Ἀγάθων τάν τʼ ἐν ὄρεσι δρυογόνοισι κόραν ἀείσατʼ Ἄρτεμιν ἀγροτέραν. Χορὸς Ἀγάθωνος ἕπομαι κλῄζουσα σεμνὸν γόνον ὀλβίζουσα Λατοῦς Ἄρτεμιν ἀπειρολεχῆ. Ἀγάθων Λατώ τε κρούματά τʼ Ἀσιάδος ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων διανεύματα Χαρίτων†. Χορὸς Ἀγάθωνος σέβομαι Λατώ τʼ ἄνασσαν κίθαρίν τε ματέρʼ ὕμνων ἄρσενι βοᾷ δόκιμον, τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ. χαῖρʼ ὄλβιε παῖ Λατοῦς. Μνησίλοχος ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή; τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον. τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει; καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία; τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι; Ἀγάθων ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην