Libation Bearers — Aeschylus
Ὀρέστης Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ· ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν, ἀκοῦσαι πλόκαμον Ἰνάχῳ θρεπτήριον. τὸν δεύτερον δὲ τόνδε πενθητήριον οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον οὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ. τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυρις στείχει γυναικῶν φάρεσιν μελαγχίμοις πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω; πότερα δόμοισι πῆμα προσκυρεῖ νέον; ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω χοὰς φερούσας νερτέροις μειλίγματα; οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί. Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς μάθω γυναικῶν ἥτις ἥδε προστροπή. Χορός ἰαλτὸς ἐκ δόμων ἔβαν χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ. πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς ὄνυχος ἄλοκι νεοτόμῳ· διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δʼ ὑφασμάτων λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν, προστέρνῳ στολμῷ πέπλων ἀγελάστοις ξυμφοραῖς πεπληγμένων. Χορός τορὸς δὲ Φοῖβος ὀρθόθριξ δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων, ἀωρόνυκτον ἀμβόαμα μυχόθεν ἔλακε περὶ φόβῳ, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων. κριταί τε τῶνδʼ ὀνειράτων θεόθεν ἔλακον ὑπέγγυοι μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν. Χορός τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, ἰὼ γαῖα μαῖα, μωμένα μʼ ἰάλλει δύσθεος γυνά. φοβοῦ- μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι; ἰὼ πάνοιζυς ἑστία, ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖς δνόφοι καλύπτουσι δόμους δεσποτῶν θανάτοισι. Χορός σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν διʼ ὤτων φρενός τε δαμίας περαῖνον νῦν ἀφίσταται. φοβεῖ- ται δέ τις. τὸ δʼ εὐτυχεῖν, τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας ταχεῖα τοὺς μὲν ἐν φάει, τὰ δʼ ἐν μεταιχμίῳ σκότου μένει χρονίζοντας ἄχη , τοὺς δʼ ἄκραντος ἔχει νύξ. Χορός διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ τίτας φόνος πέπηγεν οὐ διαρρύδαν. διαλγὴς δʼ ἄτα διαφέρει τὸν αἴτιον παναρκέτας νόσου βρύειν. Χορός θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ προ βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν. Χορός ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ. δακρύω δʼ ὑφʼ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. Ἠλέκτρα δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν, στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον. Χορός αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. Ἠλέκτρα λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. Χορός φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. Ἠλέκτρα τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; Χορός πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. Ἠλέκτρα ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε; Χορός αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι. Ἠλέκτρα τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει; Χορός μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως. Ἠλέκτρα εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. Χορός τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη— Ἠλέκτρα τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη. Χορός ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα— Ἠλέκτρα πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; Χορός ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ. Ἠλέκτρα καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; Χορός πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; Ἠλέκτρα κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους, καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται, θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει· κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς λέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲ φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις; πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος. κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα. ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ· αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν. ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις λέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς, κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν· ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω, σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ. τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς. ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας. Χορός ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένῳ δεσπότᾳ πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ ἀπότροπον ἄγος ἀπεύχετον κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ- βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός. ὀτοτοτοτοτοτοτοῖ, ἴτω τις δορυ- σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων, Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη. Ἠλέκτρα ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ· νέου δὲ μύθου τοῦδε κοινωνήσατε· Χορός λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ. Ἠλέκτρα ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ. Χορός τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης; Ἠλέκτρα εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι. Χορός πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω. Ἠλέκτρα οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. Χορός ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. Ἠλέκτρα καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος— Χορός ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. Ἠλέκτρα αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. Χορός μῶν οὖν Ὀρέστου κρ