Antony — Plutarch
Ἀντώνιος 1 Ἀντωνίου πάππος μὲν ἦν ὁ ῥήτωρ Ἀντώνιος, ὃν τῆς Σύλλα γενόμενον στάσεως Μάριος ἀπέκτεινε, πατὴρ δὲ ὁ Κρητικὸς ἐπικληθεὶς Ἀντώνιος, οὐχ οὕτω μὲν εὐδόκιμος ἐν τοῖς πολιτικοῖς ἀνὴρ οὐδὲ λαμπρός, εὐγνώμων δὲ καὶ χρηστός, ἄλλως τε καὶ πρὸς τὰς μεταδόσεις ἐλευθέριος, ὡς ἀφʼ ἑνὸς ἄν τις ἔργου καταμάθοι. κεκτημένος γὰρ οὐ πολλὰ καὶ διὰ τοῦτο τῇ φιλανθρωπίᾳ χρῆσθαι κωλυόμενος ὑπὸ τῆς γυναικός, ἐπεί τις ἀφίκετο τῶν συνήθων πρὸς αὐτὸν ἀργυρίου δεόμενος, ἀργύριον μὲν οὐκ εἶχε, παιδαρίῳ δὲ προσέταξεν εἰς ἀργυροῦν σκύφον ὕδωρ ἐμβαλόντι κομίσαι· καὶ κομίσαντος, ὡς ξύρεσθαι μέλλων κατέβρεχε τὰ γένεια. τοῦ δὲ παιδαρίου καθʼ ἑτέραν πρόφασιν ἐκποδὼν γενομένου, τὸν μὲν σκύφον ἔδωκε τῷ φίλῳ χρῆσθαι κελεύσας, ζητήσεως δὲ πολλῆς ἐν τοῖς οἰκέταις οὔσης ὁρῶν χαλεπαίνουσαν τὴν γυναῖκα καὶ βουλομένην καθʼ ἕκαστον ἐξετάζειν ὡμολόγησε, συγγνώμην ἔχειν δεηθείς. 2 ἦν δὲ αὐτῷ γυνὴ Ἰουλία τοῦ Καισάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σωφρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸς Ἀντώνιος ἐτράφη μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Κορνηλίῳ Λέντλῳ γαμηθείσης, ὃν Κικέρων ἀπέκτεινε τῶν Κατιλίνα συνωμοτῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι. φησὶ γοῦν Ἀντώνιος οὐδὲ τὸν νεκρὸν αὐτοῖς ἀποδοθῆναι τοῦ Λέντλου πρότερον ἢ τῆς γυναικὸς τοῦ Κικέρωνος τὴν μητέρα δεηθῆναι. τοῦτο μὲν οὖν ὁμολογουμένως ψεῦδός ἐστιν· οὐδεὶς γὰρ εἴρχθη ταφῆς τῶν τότε κολασθέντων ὑπὸ τοῦ Κικέρωνος· Ἀντωνίῳ δὲ λαμπρῷ καθʼ ὥραν γενομένῳ τὴν Κουρίωνος φιλίαν καὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσεῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰς ἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιον, ὡς μᾶλλον εἴη χειροήθης, εἰς πότους καὶ γύναια καὶ δαπάνας πολυτελεῖς καὶ ἀκολάστους ἐμβάλλοντος. ἐξ ὧν ὄφλημα βαρὺ καὶ παρʼ ἡλικίαν αὐτῷ συνήχθη πεντήκοντα καὶ διακοσίων ταλάντων. τοῦτο πᾶν ἐγγυησαμένου τοῦ Κουρίωνος ὁ πατὴρ αἰσθόμενος ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆς οἰκίας. ὁ δὲ βραχὺν μέν τινα χρόνον τῇ Κλωδίου τοῦ θρασυτάτου καὶ βδελυρωτάτου τῶν τότε δημαγωγῶν φορᾷ πάντα τὰ πράγματα ταραττούσῃ προσέμιξεν ἑαυτόν· ταχὺ δὲ τῆς ἐκείνου μανίας μεστὸς γενόμενος, καὶ φοβηθεὶς τοὺς συνισταμένους ἐπὶ τὸν Κλώδιον, ἀπῆρεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἑλλάδα, καὶ διέτριβε τό τε σῶμα γυμνάζων πρὸς τοὺς στρατιωτικοὺς ἀγῶνας καὶ λέγειν μελετῶν. ἐχρῆτο δὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶν λόγων, ἀνθοῦντι μάλιστα κατʼ ἐκεῖνον τὸν χρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸς τὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίαν ὄντα καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμίας ἀνωμάλου μεστόν. 3 ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν, ἀποδειχθεὶς δὲ τῶν ἱππέων ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲν ἐπʼ Ἀριστόβουλον Ἰουδαίους ὰφιστάντα πεμφθεὶς αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων ἐξήλασεν· εἶτα μάχην συνάψας καὶ τρεψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους ὄντας ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸς Ἀριστόβουλος ἥλω. μετὰ ταῦτα Γαβίνιον ἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθοντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷ καὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλεῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβίνιον δὲ ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερ ἐξηνδραποδισμένον κομιδῆ τοῖς μυρίοις ταλάντοις, Ἀντώνιος δὲ καὶ πράξεων μεγάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαριζόμενος δεομένῳ συνέπεισε μὲν καὶ συνεξώρμησεν ἐπὶ τὴν στρατείαν τὸν Γαβίνιον, ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν, ἅτε δὴ διὰ ψάμμου βαθείας καὶ ἀνύδρου παρὰ τὸ Ἔκρηγμα καὶ τὰ τῆς Σερβωνίδος ἕλη γινομένης αὐτοῖς τῆς πορείας, ἃς Τυφῶνος μὲν ἐκπνοὰς Αἰγύπτιοι καλοῦσι, τῆς δʼ ἐρυθρᾶς θαλάσσης ὑπονόστησις εἶναι δοκεῖ καὶ διήθησις, ᾗ βραχυτάτῳ διορίζεται πρὸς τὴν ἐντὸς θάλασσαν ἰσθμῷ, πεμφθεὶς μετὰ τῶν ἱππέων ὁ Ἀντώνιος οὐ μόνον τὰ στενὰ κατέσχεν, ἀλλὰ καὶ Πηλούσιον ἑλών, πόλιν μεγάλην, καὶ τῶν ἐν αὐτῇ φρουρῶν κρατήσας, ἅμα καὶ τὴν ὁδὸν ἀσφαλῆ τῷ στρατεύματι καὶ τὴν ἐλπίδα τῆς νίκης ἐποίησε τῷ στρατηγῷ βέβαιον. ἀπέλαυσαν δὲ τῆς φιλοτιμίας αὐτοῦ καὶ οἱ πολέμιοι. Πτολεμαίου γὰρ ἅμα τῷ παρελθεῖν εἰς τὸ Πηλούσιον ὑπʼ ὀργῆς καὶ μίσους ὡρμημένου φονεύειν τοὺς Αἰγυπτίους ἐνέστη καὶ διεκώλυσεν. ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοις καὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμης ἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμενος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών, ἀριστεῖα καὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲ τοὺς πολλοὺς οὐδὲ ἡ πρὸς Ἀρχέλαον αὐτοῦ τεθνηκότα φιλανθρωπία· γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν. ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστον αὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατος εἶναι. 4 προσῆν δὲ καὶ μορφῆς ἐλευθέριον ἀξίωμα, καὶ πώγων τις οὐκ ἀγεννὴς καὶ πλάτος μετώπου καὶ γρυπότης μυκτῆρος ἐδόκει τοῖς γραφομένοις καὶ πλαττομένοις Ἡρακλέους προσώποις ἐμφερὲς ἔχειν τὸ ἀρρενωπόν. ἦν δὲ καὶ λόγος παλαιὸς Ἡρακλείδας εἶναι τοὺς Ἀντωνίους, ἀπʼ Ἄντωνος, παιδὸς Ἡρακλέους, γεγονότας. καὶ τοῦτον ᾤετο τὸν λόγον τῇ τε μορφῇ τοῦ σώματος, ὥσπερ εἴρηται, καὶ τῇ στολῇ βεβαιοῦν. ἀεὶ γάρ, ὅτε μέλλοι πλείοσιν ὁρᾶσθαι, χιτῶνα εἰς μηρὸν ἔζωστο, καὶ μάχαιρα μεγάλη παρήρτητο, καὶ σάγος περιέκειτο τῶν στερεῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς ἄλλοις φορτικὰ δοκοῦντα, μεγαλαυχία καὶ σκῶμμα καὶ κώθων ἐμφανὴς καὶ καθίσαι παρὰ τὸν ἐσθίοντα καὶ φαγεῖν ἐπιστάντα τραπέζῃ στρατιωτικῇ, θαυμαστὸν ὅσον εὐνοίας καὶ πόθου πρὸς αὐτὸν ἐνεποίει τοῖς στρατιώταις. ἦν δέ που καὶ τὸ ἐρωτικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ καὶ τούτῳ πολλοὺς ἐδημαγώγει, συμπράττων τε τοῖς ἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰς τοὺς ἰδίους ἔρωτας. ἡ δʼ ἐλευθεριότης καὶ τὸ μηδὲν ὀλίγῃ χειρὶ μηδὲ φειδομένῃ χαρίζεσθαι στρατιώταις καὶ φίλοις ἀρχήν τε λαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ παρέσχε, καὶ μεγάλου γενομένου τὴν δύναμιν ἐπὶ πλεῖον ἐπῆρεν, ἐκ μυρίων ἄλλων ἁμαρτημάτων ἀνατρεπομένην. ἓν δέ τι τοῦ μεγαλοδώρου παράδειγμα διηγήσομαι. τῶν φίλων τινὶ μυριάδας ἐκέλευσε πέντε καὶ εἴκοσι δοθῆναι· τοῦτο Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦ δʼ ἐπιτρόπου θαυμάσαντος καὶ ἵνα δείξῃ τὸ πλῆθος αὐτῷ καταβαλόντος ἐν μέ