Ion — Euripides
Ἑρμῆς Ἄτλας, ὁ χαλκέοισι ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν. ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί. ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος. ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον — γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος, τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη φρουρὼ παραζεύξασα φύλακε σώματος δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ. κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε· ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν — λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς — ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς. κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ· ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν· οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων — τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται. νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας, Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον. Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο· ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο, οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα. Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός, ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα. ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν. Ἴων ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων Ἥλιος ἤδη λάμπει κατὰ γῆν, ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος ἐς νύχθʼ ἱεράν· Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ καταλαμπόμεναι τὴν ἡμερίαν ἁψῖδα βροτοῖσι δέχονται. σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους Φοίβου πέταται. θάσσει δὲ γυνὴ τρίποδα ζάθεον Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς, ἃς ἂν Ἀπόλλων κελαδήσῃ. ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες, τὰς Κασταλίας ἀργυροειδεῖς βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις ἀφυδρανάμενοι στείχετε ναούς· στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν, φήμας τʼ ἀγαθὰς τοῖς ἐθέλουσιν μαντεύεσθαι γλώσσης ἰδίας ἀποφαίνειν. ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας, αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα, τόξοισιν ἐμοῖς φυγάδας θήσομεν· ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς τοὺς θρέψαντας Φοίβου ναοὺς θεραπεύω. Ἴων ἄγʼ, ὦ νεηθαλὲς ὦ καλλίστας προπόλευμα δά- φνας, ἃ τὰν Φοίβου θυμέλαν σαίρεις ὑπὸ ναοῖς, κήπων ἐξ ἀθανάτων, ἵνα δρόσοι τέγγουσʼ ἱεραί, ῥοὰν ἀέναον παγᾶν ἐκπροϊεῖσαι, μυρσίνας ἱερὰν φόβαν· ᾇ σαίρω δάπεδον θεοῦ παναμέριος ἅμʼ ἁλίου πτέρυγι θοᾷ λατρεύων τὸ κατʼ ἦμαρ. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἴης, ὦ Λατοῦς παῖ. Ἴων καλόν γε τὸν πόνον, ὦ Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ- ω τιμῶν μαντεῖον ἕδραν· κλεινὸς δʼ ὁ πόνος μοι θεοῖσιν δούλαν χέρʼ ἔχειν οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις· εὐφάμους δὲ πόνους μοχθεῖν οὐκ ἀποκάμνω. Φοῖβός μοι γενέτωρ πατήρ· τὸν βόσκοντα γὰρ εὐλογῶ, τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω Φοίβου τοῦ κατὰ ναόν. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἴης, ὦ Λατοῦς παῖ. Ἴων ἀλλʼ ἐκπαύσω γὰρ μόχθους δάφνας ὁλκοῖς, χρυσέων δʼ ἐκ τευχέων ῥίψω Γαίας παγάν, ἃν ἀποχεύονται Κασταλίας δῖναι, νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπʼ εὐνᾶς ὤν. εἴθʼ οὕτως αἰεὶ Φοίβῳ λατρεύων μὴ παυσαίμαν, ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ. ἔα ἔα· φοιτῶσʼ ἤδη λείπουσίν τε πτανοὶ Παρνασοῦ κοίτας· αὐδῶ μὴ χρίμπτειν θριγκοῖς μηδʼ ἐς χρυσήρεις οἴκους — μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς κῆρυξ, ὀρνίθων γαμφηλαῖς ἰσχὺν νικῶν. ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει κύκνος. οὐκ ἄλλᾳ φοινικοφαῆ πόδα κινήσεις; οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου σύμμολπος τόξων ῥύσαιτʼ ἄν. πάραγε πτέρυγας· λίμνας ἐπίβα τᾶς Δηλιάδος· αἱμάξεις, εἰ μὴ πείσῃ, τὰς καλλιφθόγγους ᾠδάς. ἔα ἔα· τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα; μῶν ὑπὸ θριγκοὺς εὐναίας καρφυρὰς θήσων τέκνοις; ψαλμοί σʼ εἴρξουσιν τόξων. οὐ πείσῃ; χωρῶν δίναις ταῖς Ἀλφειοῦ παιδούργει, ἢ νάπος Ἴσθμιον, ὡς ἀναθήματα μὴ βλάπτηται ναοί θʼ οἱ Φοίβου κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι τοὺς θεῶν ἀγγέλλοντας φήμας θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις, Φοίβῳ δουλεύσω, κοὐ λήξω τοὺς βόσκοντας θεραπεύων. Χορός — οὐκ ἐν ταῖς ζαθέαις Ἀθά- ναις εὐκίονες ἦσαν αὐ- λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι- άτιδες θεραπεῖαι· ἀλλὰ καὶ παρὰ Λοξίᾳ τῷ Λατοῦς διδύμων προσώ- πων καλλιβλέφαρον φῶς. — ἰδοὺ τάνδʼ, ἄθρησον, Λερναῖον ὕδραν ἐναίρει χρυσέαις ἅρπαις ὁ Διὸς παῖς· φίλα, πρόσιδʼ ὄσσοις. Χορός — ὁρῶ. καὶ πέλας ἄλλος αὐ- τοῦ πανὸν πυρίφλεκτον αἴ- ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ- θεύεται παρὰ πήναις, ἀσπιστὰς Ἰόλαος, ὃς κοινοὺς αἰρόμενος πόνους Δίῳ παιδὶ συναντλεῖ; — καὶ μὰν τόνδʼ ἄθρησον πτεροῦντος ἔφεδρον ἵππου· τὰν πῦρ πνέουσαν ἐναίρει τρ