De Fato — Plutarch
τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθʼ ἡμῖν, ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτʼ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν. πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δʼ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ λέγων θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη· ἐν δὲ τῷ Τιμαίῳ νόμους οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτʼ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος διʼ αἰτίαν ἀνεμπόδιστον· ὡς δʼ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθʼ ὃν διεξάγεται τὰ γιγνόμενα. τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθʼ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατʼ ἐνέργειαν εἱμαρμένη. ἡ δὲ κατʼ οὐσίαν ἔοικεν εἶναι σύμπασʼ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετʼ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δʼ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπʼ αὐτῆς τεταγμένα τὰ ἐπίγεια. δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατʼ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθʼ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτʼ ἐπειράθημεν ἐξηγήσασθαι. πάλιν γε μὴν τὴν κατʼ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δʼ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦσʼ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος; ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη. ἔτι δʼ ἂν μάθοις τὸ λεγόμενον, νοήσας τήν ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ὅταν τῶν ὀκτὼ περιόδων ὥς φησιν ὁ Τίμαιος τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ. ἐν γὰρ τούτῳ τῷ λόγῳ ὡρισμένῳ τʼ ὄντι καὶ θεωρουμένῳ πάνθʼ ὅσα τε κατʼ οὐρανὸν ἃ τʼ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ καταστήσεται, πάλιν δʼ ἐξ ἀρχῆς ὅλα κατὰ ταὐτὰ ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατʼ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετʼ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων, ὡς πάντων αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν. οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γʼ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθʼ ὅλα καὶ κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθʼ ἑκάστην τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη. σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδʼ ἡ καθʼ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου· ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθʼ ἕκαστα ἑπομένως. ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται· τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός, τὸ δʼ ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως· ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω. ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει. θεσμός τε Ἀδραστείας ὅδε· ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ ἀβλαβῆ εἶναι. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι. ἑξῆς δὲ σκεπτέον καὶ τ