De parasito sive artem esse parasiticam — Lucian of Samosata
Τυχιάδης τί ποτε Σίμων, οἱ μὲν ἄλλοι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην τινα διʼ ἧς αὑτοῖς εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης; Σίμων πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν. Τυχιάδης ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; Σίμων μὰ Δία. Τυχιάδης Τί δέ, ἰατρικήν; Σίμων οὐδὲ ταύτην. Τυχιάδης ἀλλὰ γεωμετρίαν; Σίμων οὐδαμῶς. Τυχιάδης τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία. Σίμων ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς. Τυχιάδης ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης. Σίμων ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί. Τυχιάδης τίνος οὖν ἑτέρας; Σίμων τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν. Τυχιάδης τίνα ταύτην; Σίμων οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἥντινα δέ, αὖθις ἀκούσῃ. Τυχιάδης ἀλλʼ οὐκ ἀνέξομαι. Σίμων τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι. Τυχιάδης καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν. Σίμων εἰσαῦθις, ὦ Τυχιάδη. Τυχιάδης μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ. Σίμων ἡ παρασιτική. Τυχιάδης κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν; Σίμων ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας. Τυχιάδης οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί; Σίμων τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός. Τυχιάδης καὶ σὺ ἄρα παράσιτος; Σίμων πάνυ ὠνείδισας, ὦ Τυχιάδη. Τυχιάδης ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν; Σίμων οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι. Τυχιάδης καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες; Σίμων πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί. Τυχιάδης καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς. Σίμων τὸ ποῖον; Τυχιάδης εἴ γε καὶ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ. Σίμων καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ. Τυχιάδης ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν. Σίμων τίνα μήν; Τυχιάδης εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἰατρική, παρασιτική. Σίμων ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος. Τυχιάδης οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, ἀληθῆ δέ, διοίσει. Σίμων ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς. Τυχιάδης τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντως ἐπίστασαι. Σίμων πάνυ μὲν Τυχιάδης μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα. Σίμων τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ. Τυχιάδης ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας. Σίμων εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη; Τυχιάδης τέχνη γάρ, εἴπερ οὕτως ἔχοι. Σίμων φέρε δὴ καθʼ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται. δεῖ τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων πρῶτον μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων· ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι. ᾧ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν. τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν διʼ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρʼ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ; Τυχιάδης καὶ μάλα. Σίμων τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι οἴει; Τυχιάδης οὐδαμῶς. Σίμων τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος, τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις; Σίμων ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως· αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψις εἰ μὴ καθʼ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην. Σίμων τό γε μὴν πρός τι τέλος εὔχρηστον τῷ βίῳ μὴ καὶ μανίας ᾖ ζητεῖν. ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧν οὐδὲ ζῆν γε ἄνευ ἔστιν. Τυχιάδης πάνυ μὲν οὖν. Σίμων καὶ μὴν οὐδὲ