Dithyrambs — Bacchylides
Ode 15 Ἀν]τηνορίδαι [ἢ Ἑλένη]ς Ἀπαίτησις Ἀντήνορος] ἀντιθέου !!!!!!]ρ̣α̣κ̣ο̣ι̣τ̣ις Ἀθάνας πρόσπολος, ׯ˘¯¯] Παλλάδος ὀρσιμάχου ¯¯˘¯¯ χ]ρυσέας ¯˘¯¯¯˘ ]ν Ὀδυσσεῖ Λαρτιᾴδᾳ Μενελ]άῳ τʼ Ἀτρεΐδᾳ βασιλεῖ ¯ ˘ ¯ ¯ ¯ βαθύ]ζωνος Θεανὼ ¯ ¯ ˘ ˘ ¯ ˘ ˘]ον × ¯ ˘ ˘ ¯ ˘ ˘ ¯] προσήνεπεν × ¯ ˘ ¯ ¯ ¯ ˘ ἐ]ϋκτιμέναν ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯]δ̣ων τυχόντες ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ˘ ¯] σὺν θεοῖς ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯]ους ¯ ¯ ˘˘ ¯ ˘˘ ¯ ¯ ¯ ˘˘ ¯ μεσονύ]κτιος κέαρ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘˘ ¯ ˘˘ ¯ ἆγον, πατὴρ δʼ εὔβουλος ἥρως πάντα σάμαινεν Πριάμῳ βασιλεῖ παίδεσσί τε μῦθον Ἀχαιῶν. ἔνθα κάρυκες διʼ εὐ- ρεῖαν πόλιν ὀρνύμενοι Τρώων ἀόλλιζον φάλαγγας δεξίστρατον εἰς ἀγοράν. παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος· θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις εὔχοντο παύσασθαι δυᾶν. Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων; Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν· ὦ Τρῶες ἀρηΐφιλοι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον. ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς ἀλλότριον ὤπασεν, αὖτις δʼ ἐς βαθὺν πέμπει φθόρον, κείνα καὶ ὑπερφιάλους Γᾶς παῖδας ὤλεσσεν Γίγαντας. Ode 16 [Ἡρακλῆς] Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία, πολυφ]άτων γέμουσαν ὕμνων !!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ !!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ, ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος, !!!!!!]δʼ ἵκῃ παιηόνων ἄνθεα πεδοιχνεῖν, Πύθιʼ Ἄπολλον, τόσα χοροὶ Δελφῶν σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν. πρίν γε κλέομεν λιπεῖν Οἰχαλίαν πυρὶ δαπτομέναν Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ- θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν· ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ- λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα παρθένῳ Ἀθάνᾳ ὑψικέραν βοῦν. τότʼ ἄμαχος δαίμων Δαϊανείρᾳ πολύδακρυν ὕφανε μῆτιν ἐπίφρονʼ, ἐπεὶ πύθετʼ ἀγγελίαν ταλαπενθέα, Ἰόλαν ὅτι λευκώλενον Διὸς υἱὸς ἀταρβομάχας ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι. ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο· φθόνος εὐρυβίας νιν ἀπώλεσεν, δνόφεόν τε κάλυμμα τῶν ὕστερον ἐρχομένων, ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας. Ode 17 Ηίθεοι [ἢ] Θησεύς Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον Θησέα δὶς ἑπτά τʼ ἀγλαοὺς ἄγουσα κούρους Ἰαόνων Κρητικὸν τάμνε πέλαγος· τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ βορήϊαι πίτνον αὖραι κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας· κνίσεν τε Μίνωϊ κέαρ ἱμεράμπυκος θεᾶς Κύπριδος αἰνὰ δῶρα· χεῖρα δʼ οὐκέτι παρθενικᾶς ἄτερθʼ ἐράτυεν, θίγεν δὲ λευκᾶν παρηΐδων· βόασέ τʼ Ἐρίβοια χαλκο- θώρακα Πανδίονος ἔκγονον· ἴδεν δὲ Θησεύς, μέλαν δʼ ὑπʼ ὀφρύων δίνασεν ὄμμα, καρδίαν τέ ϝοι σχέτλιον ἄμυξεν ἄλγος, εἶρέν τε· Διὸς υἱὲ φερτάτου, ὅσιον οὐκέτι τεᾶν ἔσω κυβερνᾷς φρενῶν θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν. ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά- λαντον, πεπρωμέναν αἶσαν ἐκπλήσομεν, ὅταν ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε- χε μῆτιν. εἰ καί σε κεδνὰ τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας μιγεῖσα Φοίνικος ἐρα- τώνυμος κόρα βροτῶν φέρτατον, ἀλλὰ κἀμὲ Πιτθέος θυγάτηρ ἀφνεοῦ πλαθεῖσα ποντίῳ τέκεν Ποσειδᾶνι, χρύσεον τέ ϝοι δόσαν ἰόπλοκοι κάλυμμα Νηρηΐδες. τῶ σε, πολέμαρχε Κνωσίων, κέλομαι πολύστονον ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι- μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω ν σὺ δαμάσειας ἀέκον- τα· πρόσθε χειρῶν βίαν δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ. τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως· τάφον δὲ ναυβάται φωτὸς] ὑπεράφανον θάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ, ὕφαινέ τε ποταινίαν μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς Ζεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]α Φοίνισσα λευκώλενος σοὶ τέκε, νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰν πυριέθειραν ἀστραπὰν σᾶμʼ ἀρίγνωτον· εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει- δᾶνι, τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους. εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ Κρόνιος εὐχᾶς ἀναξιβρόντας ὁ πάντων μεδ έω ν. κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε τιμὰν φίλῳ θέλων παιδὶ πανδερκέα θέμεν, ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον ἰδὼν τέρας πέτασε χεῖρας κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως, εἶρέν τε· Θησεῦ, σὺ τάδε μὲν βλέπεις σαφῆ Διὸς δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα- ρύβρομον πέλαγος· Κρονίδας δέ τοι πατὴρ ἄναξ τελεῖ Ποσειδὰν ὑπέρτατον κλέος χθόνα κατʼ ἠΰδενδρον. ὣς εἶπε· τῷ δʼ οὐ πάλιν θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ- πάκτων ἐπʼ ἰκρίων σταθεὶς ὄρουσε, πόντιόν τέ νιν δέξατο θελημὸν ἄλσος. τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν κέαρ, κέλευσέ τε κατʼ οὖ- ρον ἴσχεν εὐδαίδαλον νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν. ἵετο δʼ ὠκύπομπον δόρυ· σόει νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα· τρέσσαν δʼ Ἀθαναίων ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ ἥρως θόρεν πόντονδε, κα- τὰ λειρίων τʼ ὀμμάτων δά- κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν· φέρον δὲ δελφῖνες ἁλι- ναιέται μέγαν θοῶς Θησέα πατρὸς ἱππί- ου δόμον, μέγαρόν τε θεῶν μόλεν· τόθι κλυτὰς ἰδὼν ἔδεισʼ ὀλβίοιο Νη- ρέος κόρας· ἀπὸ γὰρ ἀγλα- ῶν λάμπε γυίων σέλας ὧτε πυρός, ἀμφὶ χαίταις δὲ χρυσεόπλοκοι δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ- πον κέαρ ὑγροῖσι ποσσίν· σεμνάν τε πατρὸς ἄλοχον φίλαν ἴδε βοῶπιν ἐρατοῖ- σιν Ἀμφιτρίταν δόμοις· ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν, κόμαισί τʼ ἐπέθηκεν οὔλαις ἀμεμφέα πλόκον, τόν ποτέ ϝοι ἐν γάμῳ δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν. ἄπιστον ὅ τι δαίμονες θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς· νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ, οἵαισιν ἐν φροντίσι Κνώσιον ἔσχασεν στραταγέταν, ἐπεὶ μόλʼ ἀδίαντος ἐξ ἁλὸς θαῦμα πάντεσσι, λάμ- πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό- θρονοί τε κοῦραι σὺν εὐ- θυμία νεοκτίτῳ ὠλόλυξαν, ἔ- κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν νέοι παιάνιξαν ἐρατᾷ ϝοπί. Δάλιε, χοροῖσι Κηΐων φρένα ἰανθεὶς ὄπαζε θ εό πομπον ἐσθλῶν τύχαν. Ode 18 Θησεύς Χορός βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν, τῶν ἁβροβίων ἄναξ Ἰώνων, τί νέον ἔκλαγε χαλκοκώδων σάλπιγξ πολεμηΐαν ἀοιδάν; ἦ τις ἁμετέρας χθονὸς δυσμενὴς ὅριʼ ἀμφιβάλλει στρατα·γέτας ἀνήρ; ἢ λῃσταὶ κακομάχανοι ποιμένων ἀέκατι μήλων σεύοντʼ ἀγέλας βίᾳ; ἢ τί τοι κραδίαν ἀμύσσει; φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν ἀλκίμων ἐπικουρίαν καὶ τὶν ἔμμεναι νέων, ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας. Αἰγεύς νέ]ον ἦλθεν δολιχὰν ἀ